DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
18

περὶ δὲ τῶν ἐπαίκλων Περσαῖος ἐν τῇ Λακωνικῇ πολιτείᾳ οὑτωσὶ γράφει· καὶ εὐθὺς τοὺς μὲν εὐπόρους ζημιοῖ εἰς ἐπάικλα· ταῦτα δέ ἐστιν μετὰ δεῖπνον τραγήματα· τοῖς δʼ ἀπόροις ἐπιτάττει κάλαμον στιβάδα φύλλα δάφνης φέρειν, ὅπως ἔχωσι τὰ ἐπάικλα κάπτειν μετὰ δεῖπνον· γίνεται γὰρ ἄλφιτα ἐλαίῳ ἐρραμένα. τὸ δʼ ὅλον ὥσπερ πολίτευμά τι τοῦτο δὴ συνίσταται μικρόν. καὶ γὰρ ὅντινα δεῖ πρῶτον κατακεῖσθαι δεύτερον ἐπὶ τοῦ σκιμποδίου καθῆσθαι, πάντα τοιαῦτα ποιοῦσιν εἰς ἐπάικλα. τὰ ὅμοια ἱστορεῖ καὶ Διοσκουρίδης. περὶ δὲ τῶν καμματίδων καὶ τῶν καμμάτων Νικοκλῆς οὕτως γράφει· διακούσας δὲ πάντων ἔφορος ἤτοι ἀπέλυσεν κατεδίκασεν. δὲ νικήσας ἐζημίωσεν ἐλαφρῶς ἤτοι κάμμασιν καμματίσιν. ἐστὶ δὲ τὰ μὲν κάμματα ψαιστά, αἱ δὲ καμματίδες αἷς κάπτουσι τὰ ψαιστά.
Kaibel Index Scriptorum
PERSAEVS

DICAEARCHVS
MOLPIS
NICOCLES
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License