DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
16

Πολέμων δʼ ἐν τῷ παρὰ Ξενοφῶντι κανάθρῳ τοῦ παρὰ Λάκωσι καλουμένου δείπνου κοπίδος μνημονεύοντα Κρατῖνον ἐν Πλούτοις λέγειν· ἆρʼ ἀληθῶς τοῖς ξένοισιν ἔστιν, ὡς λέγουσʼ, ἐκεῖ πᾶσι τοῖς ἐλθοῦσιν ἐν τῇ κοπίδι θοινᾶσθαι καλῶς, ἐν δὲ ταῖς λέσχαισι φύσκαι προσπεπατταλευμέναι κατακρέμανται τοῖσι πρεσβύταισιν ἀποδάκνειν ὀδάξ; καὶ Εὔπολις ἐν Εἵλωσι· καὶ γένηται τοῖσδε σάμερον κοπίς. δεῖπνον δʼ ἐστὶν ἰδίως ἔχον κοπίς, καθάπερ καὶ τὸ καλούμενον ἄικλον. ἐπὴν δὲ κοπίζωσι, πρῶτον μὲν δὴ σκηνὰς ποιοῦνται παρὰ τὸν θεόν, ἐν δὲ ταύταις στιβάδας ἐξ ὕλης, ἐπὶ δὲ τούτων δάπιδας ὑποστρωννύουσιν, ἐφʼ αἷς τοὺς κατακλιθέντας εὐωχοῦσιν οὐ μόνον τοὺς ἐκ τῆς ἡμεδαπῆς ἀφικνουμένους, ἀλλὰ καὶ τοὺς ἐπιδημήσαντας τῶν ξένων. θύουσι δʼ ἐν ταῖς κοπίσιν αἶγας, ἄλλο δʼ οὐδὲν ἱερεῖον· καὶ τῶν κρεῶν διδόασι μοίρας πᾶσι καὶ τὸν καλούμενον φυσίκιλλον, ὅς ἐστιν ἀρτίσκος ἐγκρίδι παραπλήσιος, γογγυλώτερος δὲ τὴν ἰδέαν. διδόασι τῶν συνιόντων ἑκάστῳ τυρὸν χλωρὸν καὶ γαστρὸς καὶ φύσκης τόμον καὶ τραγήματα σῦκά τε ξηρὰ καὶ κυάμους καὶ φασήλους χλωρούς. κοπίζει δὲ καὶ τῶν ἄλλων Σπαρτιατῶν βουλόμενος. ἐν δὲ τῇ πόλει κοπίδας ἄγουσι καὶ τοῖς Τιθηνιδίοις καλουμένοις ὑπὲρ τῶν παίδων· κομίζουσι γὰρ αἱ τιτθαὶ τὰ ἄρρενα παιδία κατὰ τὸν καιρὸν τοῦτον εἰς ἀγρὸν καὶ πρὸς τὴν Κορυθαλίαν καλουμένην Ἄρτεμιν, ἧς τὸ ἱερὸν παρὰ τὴν καλουμένην Τίασσόν ἐστιν ἐν τοῖς πρὸς τὴν Κλήταν μέρεσι. καὶ ταύτας τὰς κοπίδας παραπλησίως ταῖς λελεγμέναις ἐπιτελοῦσι. θύουσι δὲ καὶ τοὺς γαλαθηνοὺς ὀρθαγορίσκους καὶ παρατιθέασιν ἐν τῇ θοίνῃ τοὺς ἰπνίτας ἄρτους. τὸ δὲ ἄικλον ὑπὸ μὲν τῶν ἄλλων Δωριέων καλεῖται δεῖπνον. Ἐπίχαρμος γοῦν ἐν Ἐλπίδι φησίν· ἐκάλεσε γάρ τύ τις ἐπʼ αἶκλον ἀέκων, τὺ δὲ ἑκὼν ᾤχεο τρέχων. τὰ αὐτὰ εἴρηκε καὶ ἐν Περιάλλῳ. ἐν δὲ τῇ Λακεδαίμονι τοῖς εἰσιοῦσιν εἰς τὸ φιδίτιον μετὰ δεῖπνον τὸ καλούμενον ἄικλον εἰσφέρουσιν ἄρτους ἐν ἀρριχίδι καὶ κρέας ἑκάστῳ, καὶ τῷ νέμοντι τὰς μοίρας ἀκολουθῶν διάκονος κηρύττει τὸ ἄικλον προστιθεὶς τοῦ πέμψαντος τὴν ὀνομασίαν.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License