DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
13

Ἀττικὸν δὲ δεῖπνον οὐκ ἀχαρίτως διαγράφει Μάτρων παρῳδός, ὅπερ διὰ τὸ σπάνιον οὐκ ἂν ὀκνήσαιμι ὑμῖν, ἄνδρες φίλοι, Πλούταρχος ἔφη, ἀπομνημονεῦσαι· δεῖπνα μοι ἔννεπε, Μοῦσα, πολύτροφα καὶ μάλα πολλά, Ξενοκλῆς ῥήτωρ ἐν Ἀθήναις δείπνισεν ἡμᾶς· ἦλθον γὰρ κἀκεῖσε, πολὺς δέ μοι ἕσπετο λιμός οὗ δὴ καλλίστους ἄρτους ἴδον ἠδὲ μεγίστους, λευκοτέρους χιόνος, ἔσθειν δʼ ἀμύλοισιν ὁμοίους ... τάων καὶ Βορέης ἠράσσατο πεσσομενάων· αὐτὸς δὲ Ξενοκλῆς ἐπεπωλεῖτο στίχας ἀνδρῶν, στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών. σχεδόθεν δέ οἱ ἦν παράσιτος Χαιρεφόων, πεινῶντι λάρῳ ὄρνιθι ἐοικώς, νήστης, ἀλλοτρίων εὖ εἰδὼς δειπνοσυνάων τῷ δὲ μάγειροι μὲν φόρεον πλῆσάν τε τραπέζας, οἷς ἐπιτετράφαται μέγας οὐρανὸς ὀπτανιάων ἠμὲν ἐπισπεῦσαι δείπνου χρόνον ἠδʼ ἀναμεῖναι. ἔνθʼ ἄλλοι πάντες λαχάνοις ἐπὶ χεῖρας ἴαλλον, ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἀλλʼ ἤσθιον εἴδατα πάντα, βολβοὺς ἀσπάραγόν τε καὶ ὄστρεα μυελόεντα, ὠμοτάριχον ἐῶν χαίρειν, Φοινίκιον ὄψον. αὐτὰρ ἐχίνους ῥῖψα καρηκομόωντας ἀκάνθαις· οἳ δὲ κυλινδόμενοι καναχὴν ἔχον ἐν ποσὶ παίδων ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠιόνος κλύζεσκε· πολλὰς δʼ ἐκ κεφαλῆς προθελύμνους εἷλκον ἀκάνθας δὲ Φαληρικὴ ἦλθʼ ἀφύη, Τρίτωνος ἑταίρη, ἄντα παρειάων σχομένη ῥυπαρὰ κρήδεμνα ... τοὺς δʼ Κύκλωψ ἐφίλει καὶ ἐν οὔρεσιν ἐξεπεφύκει ... πίνας ἦλθε φέρων καὶ ἄμυλα ἠχήεντα, ἃς κατὰ φυκότριχος πέτρης λευκὸν τρέφει ὕδωρ ... ψῆττά τε χονδροφυὴς καὶ τρίγλη μιλτοπάρῃος τῇ δʼ ἐγὼ ἐν πρώτοις ἐπέχον κρατερώνυχα χεῖρα οὐδʼ ἔφθην τρώσας μιν, ἄασε δὲ Φοῖβος Ἀπόλλων. ὡς δὲ ἴδον Στρατοκλῆ, κρατερὸν μήστωρα φόβοιο, τρίγλης ἱπποδάμοιο κάρη μετὰ χερσὶν ἔχοντα, ἂψ δʼ ἑλόμην χάρμῃ, λαιμὸν δʼ ἄπληστον ἄμυξα. ἦλθε δὲ Νηρῆος θυγάτηρ, Θέτις ἀργυρόπεζα, σηπίη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, μόνη ἰχθὺς οὖσα τὸ λευκὸν καὶ μέλαν οἶδε. καὶ Τιτυὸν ἔιδον, λίμνης ἐρικυδέα γόγγρον κείμενον ἐν λοπάδεσσʼ· δʼ ἐπʼ ἐννέα κεῖτο τραπέζας· τῷ δὲ μετʼ ἴχνια βαῖνε θεὰ λευκώλενος ἰχθὺς ἔγχελυς, Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσι μιγῆναι, ἐκ Κωπῶν, ὅθεν ἐγχέλεων γένος ἀγροτεράων, παμμεγέθης, ἣν οὔ κε δύʼ ἀνέρες ἀθλητῆρες, οἷοι ἄρʼ Ἀστυάναξ τε καὶ Ἀντήνωρ ἐγένοντο, ῥηιδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν· τρισπίθαμοι γὰρ ταί γε καὶ ἐννεαπήχεες ἦσαν εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι πολλὰ δʼ ἄναντα κάταντα κατὰ στέγος ἦλθʼ μάγειρος, σείων ὀψοφόρους πίνακας κατὰ δεξιὸν ὦμον τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι χύτραι ἕποντο, αὐτὰρ ἀπʼ Εὐβοίας λοπάδες τόσαι ἐστιχόωντο Ἶρις δʼ ἄγγελος ἦλθε ποδήνεμος, ὠκέα τευθίς, πέρκη τʼ ἀνθεσίχρως καὶ δημοτικὸς μελάνουρος, ὃς καὶ θνητὸς ἐὼν ἕπετʼ ἰχθύσιν ἀθανάτοισιν οἴη δʼ αὖ θύννου κεφαλὴ θαλαμηιάδαο νόσφιν ἀφειστήκει, κεχολωμένη οὕνεκα τευχέων αἰρομένων· τὸ δὲ πῆμα θεοὶ θέσαν ἀνθρώποισι ῥίνη δʼ, ἣν φιλέουσι περισσῶς τέκτονες ἄνδρες, τρηχεῖʼ ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὐ γὰρ ἔγωγε ἧς σαρκὸς δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι ὀπταλέος δʼ εἰσῆλθε πελώριος ἱππότα κεστρεὺς οὐκ οἶος· ἅμα τῷ γε δυώδεκα σαργοὶ ἕποντο κυανόχρως δʼ ἀμίας ἐπὶ τοῖς μέγας, ὅς τε θαλάσσης πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς, καρῖδές θʼ, αἳ Ζηνὸς Ὀλυμπίου εἰσὶν ἀοιδοί, αἳ δὴ γήραι κυφαὶ ἔσαν, χρησταὶ δὲ πάσασθαι χρύσοφρυς, ὃς κάλλιστος ἐν ἄλλοις ἵσταται ἰχθύς, κάραβος, ἀστακὸς αὖτε λιλαίετο θωρήσσεσθαι ἐν μακάρων δείπνοις. τοῖς δαιτυμόνες χέρʼ ἐφέντες ἐν στόμασίν τʼ ἔθεσαν καὶ ἀπήγαγον ἄλλυδις ἄλλον τῶν δʼ ἄρʼ ἔλοψ κρείων δουρικλυτὸς ἡγεμόνευεν, οὗ πλήρης περ ἐὼν κρατερῶς παλάμῃ ἐπορέχθην γεύσασθʼ ἱμείρων· τὸ δέ γʼ ἀμβροσίη μοι ἔδοξεν, οἵην δαίνυνται μάκαρες θεοὶ αἰὲν ἐόντες μύραιναν δʼ ἐπέθηκε φέρων, προκάλυμμα τραπέζης, ζώνην θʼ, ἣν φορέεσκεν ἀγαλλομένη περὶ δειρήν, εἰς λέχος ἡνίκʼ ἔβαινε Δρακοντιάδῃ μεγαθύμῳ. σάνδαλα δʼ αὖ παρέθηκεν ἀειγενῆ ἀθανατάων, βούγλωσσόν θʼ, ὃς ἔναιεν ἐν ἅλμῃ μορμυρούσῃ, κίχλας δʼ ἑξείης ἡβήτορας ὑψιπετήεις καὶ πέτρας κάτα βοσκομένας, ὑάδας θʼ ὑδατινούς. ἐν δʼ ἀναμὶξ σαργοί τε καὶ ἵππουροι γλάνιές τε, μόρμυρος ἄντα δʼ ἦν, μεγάλη, σπάρος· οὓς μάγειρος σίζοντας παρέθηκε φέρων, κνίσωσε δὲ δῶμα τῶν ἔλεγεν δαίνυσθαι· ἐμοὶ δέ γε θηλυτεράων εἶναι βρώματʼ ἔδοξεν· ἐπεὶ δʼ ορμαινον ἐπʼ ἄλλα. κεῖτο δέ τις βατάνη, ἧς οὐδεὶς ἥπτετο δειπνῶν, ἐν καθαρῷ ὅθι περ λοπάδων διεφαίνετο χῶρος ... ἑξῆς κόσσυφος ἦλθε μόνος γεύσασθαι ἕτοιμος· οὐ μὴν οὐδʼ ἄρʼ ἄθικτος ἔην, πόθεον δὲ καὶ ἄλλοι. κωλῆν δʼ ὡς ἔιδον, ὡς ἔτρεμον· ἐν δὲ σίναπυ κεῖτʼ ἀγχοῦ γλυκὺ πλείονα χρυσὸς ὢν ἀπερύκων. γευσάμενος δʼ ἔκλαιον, ὅτʼ αὔριον οὐκ ἔτι ταῦτα ὄψομαι, ἀλλά με τυρῷ δεῖ καὶ μάζῃ ὀτρηρῇ .... νηδὺς δʼ οὐχ ὑπέμεινε, βιάζετο γὰρ ἀδέεσσι· δάμνα μιν ζωμός τε μέλας ἀκροκώλιά θʼ ἑφθά. παῖς δέ τις ἐκ Σαλαμῖνος ἄγεν τρισκαίδεκα νήσσας, λίμνης ἐξ ἱερῆς, μάλα πίονας· ἃς μάγειρος θῆκε φέρων, ἵνʼ Ἀθηναίων κατέκειντο φάλαγγες .... Χαιρεφόων δʼ ἐνόησεν ἅμα πρόσσω καὶ ὀπίσσω ὄρνιθας γνῶναι καὶ ἐναίσιμα σιτίζεσθαι ἤσθιε δʼ ὥστε λέων, παλάμῃ δʼ ἔχε τὸ σκέλος αὐτοῦ, ὄφρα οἱ οἴκαδʼ ἰόντι πάλιν ποτιδόρπιον εἴη χόνδρος δʼ ἡδυπρόσωπος, ὃν Ἥφαιστος κάμεν ἕψων, Ἀττικῷ ἐν κεράμῳ πέττων τρισκαίδεκα μῆνας αὐτὰρ ἐπεὶ δόρποιο μελίφρονος ἐξ ἔρον ἕντο, χεῖρας νιψαμένοισιν ἀπʼ ὠκεανοῖο ῥοάων ὡραῖος παῖς ἦλθε φέρων μύρον ἴρινον ἡδύ, ἄλλος δʼ αὖ στεφάνους ἐπὶ δεξιὰ πᾶσιν ἔδωκεν, οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες κρητὴρ δὲ Βρομίου ἐκεράννυτο, πίνετο δʼ οἶνος Λέσβιος, οὗ δὴ πλεῖστον ἀνὴρ ὑπὲρ ἄνδρα πεπώκει. δεύτεραι αὖτε τράπεζαι ἐφωπλίζοντο γέμουσαι· ἐν δʼ αὐταῖσιν ἐπῆν ἄπιοι καὶ πίονα μῆλα, ῥοιαί τε σταφυλαί τε, θεοῦ Βρομίοιο τιθῆναι, πρόσφατος ἥν θʼ ἁμάμαξυν ἐπίκλησιν καλέουσι τῶν δʼ ἐγὼ οὐδενὸς ἦσθον ἁπλῶς, μεστὸς δʼ ἀνεκείμην. ὡς δὲ ἴδον ξανθόν, γλυκερόν, μέγαν ἔγκυκλον, ἄνδρες, Δήμητρος παῖδʼ ὀπτὸν ἐπεισελθόντα πλακοῦντα, πῶς ἂν ἔπειτα πλακοῦντος ἐγὼ θείου ἀπεχοίμην ... οὐδʼ εἴ μοι δέκα μὲν χεῖρες, δέκα δὲ στόματʼ εἶεν, γαστὴρ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη. πόρναι δʼ εἰσῆλθον, κοῦραι δύο θαυματοποιοί, ἃς Στρατοκλῆς ἤλαυνε ποδώκεας ὄρνιθας ὥς
Kaibel Index Scriptorum
MATRO

ALEXIS
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Matron

Alexis

Alignment

 

Digital Athenaeus Project     Creative Commons License