DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
12

Ἄλεξις δʼ ἐν Ταραντίνοις ἐν τοῖς συμποσίοις φησὶ τοὺς Ἀττικοὺς καὶ ὀρχεῖσθαι ὑποπιόντας· τοῦτο γὰρ νῦν ἐστί σοι ἐν ταῖς Ἀθήναις ταῖς καλαῖς ἐπιχώριον· ἅπαντες ὀρχοῦντʼ εὐθύς, ἂν οἴνου μόνον ὀσμὴν ἴδωσι· συμφορὰν λέγεις ἄρʼ ἂν φαίης ἂν εἰς συμπόσιον εἰσελθὼν ἄφνω. καὶ τοῖς μὲν ἀγενείοις ἴσως ἔπεστί τις χάρις· ἀλλʼ ἐπὰν δὴ τὸν γόητα Θεόδοτον τὸν παραμασύντην ἴδω τὸν ἀνόσιον βαυκιζόμενον τὰ λευκά τʼ ἀναβάλλονθʼ ἅμα, ἥδιστʼ ἂν ἀναπήξαιμʼ ἂν αὐτὸν ἐπὶ τοῦ ξύλου λαβών. μήποτε δὲ καὶ Ἀντιφάνης ἐν Καρσὶ κατὰ τὸ Ἀττικὸν ἔθος τῆς ὀρχήσεως κωμῳδεῖ τινα τῶν σοφῶν ὡς παρὰ δεῖπνον ὀρχούμενον λέγων οὕτως· οὐχ ὁρᾷς ὀρχούμενον ταῖς χερσὶ τὸν βάκηλον; οὐδʼ αἰσχύνεται τὸν Ἡράκλειτον πᾶσιν ἐξηγούμενος, τὴν Θεοδέκτου μόνος ἀνευρηκὼς τέχνην, τὰ κεφάλαια συγγράφων Εὐριπίδῃ. τούτοις οὐδʼ ἀναρμόστως ἄν τις ἐπενέγκαι τὰ Ἐρίφῳ τῷ κωμικῷ ἐν Αἰόλῳ εἰρημένα τάδε· λόγος γάρ ἐστʼ ἀρχαῖος οὐ κακῶς ἔχων· οἶνον λέγουσι τοὺς γέροντας, πάτερ, πείθειν χορεύειν οὐ θέλοντας. Ἄλεξις δʼ ἐν τῷ ἐπιγραφομένῳ Ἰσοστάσιόν φησιν· ἀπὸ συμβολῶν ἔπινον ὀρχεῖσθαι μόνον βλέποντες, ἄλλο δʼ οὐδέν, ὄψων ὀνόματα καὶ σιτίων ἔχοντες, Ὄψων, Κάραβος καὶ Κωβιός, Σεμίδαλις.
Kaibel Index Scriptorum
ALEXIS
ANTIPHANES
ERIPHVS

MATRO
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License