DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
11

ὅτι δʼ ἤσθιον διὰ τὴν ἀναστόμωσιν καὶ τὰς διʼ ὄξους καὶ νάπυος γογγυλίδας σαφῶς παρίστησι Νίκανδρος ἐν δευτέρῳ Γεωργικῶν λέγων οὕτως· γογγυλίδος δισσὴ γὰρ ἰδʼ ἐκ ῥαφάνοιο γενέθλη μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι. καὶ τὰς μέν θʼ αὕηνον ἀποπλύνας βορέῃσι, προσφιλέας χειμῶνι καὶ οἰκουροῖσιν ἀεργοῖς· θερμοῖς δʼ ἰκμανθεῖσαι ἀναζώουσʼ ὑδάτεσσι. τμῆγε δὲ γογγυλίδος ῥίζας καὶ ἀκαρφέα φλοιὸν ἦκα καθηράμενος λεπτουργέας, ἠελίῳ δὲ αὐήνας ἐπὶ τυτθὸν ὅτʼ ἐν ζεστῷ ἀποβάπτων ὕδατι δριμείῃ πολέας ἐμβάπτισον ἅλμῃ, ἄλλοτε δʼ αὖ λευκὸν γλεῦκος συστάμνισον ὄξει ἶσον ἴσῳ, τὰς δʼ ἐντὸς ἐπιστύψας ἁλὶ κρύψαις. πολλάκι δʼ ἀσταφίδας προχέαις τριπτῆρι λεήνας σπέρματά τʼ ἐνδάκνοντα σινήπυος. εἰν ἑνὶ δὲ τρὺξ ὄξεος ἰκμάζουσα καὶ ὠμοτέρην ἐπὶ κόρσην ὥριον ἁλμαίην αμυσαι κεχρηόσι δαίτης. Δίφιλος δʼ Σώσιππος ἐν Ἀπολειπούσῃ· ἔστιν ἔνδον ὄξος ὀξύ σοι. ὑπολαμβάνω, παιδάριον, ὀπὸν εἰλήφαμεν. ἄριστα τούτοις πάντα πιέσω καὶ πυκνά, φυλλὰς δριμεῖα περιοισθήσεται· τῶν πρεσβυτέρων γὰρ ταῦτα τῶν ἡδυσμάτων ἀναστομοῖ τάχιστα τᾀσθητήρια, τό τε νωκαρῶδες καὶ κατημβλυωμένον ἐσκέδασε κἀποίησεν ἡδέως φαγεῖν.
Kaibel Index Scriptorum
DIPHILVS
NICANDER

ALEXIS
NICOSTRATVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Diphilus
Nicander
Sosippus

Nicostratus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License