DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
10

ἐχρῶντο γὰρ οἱ παλαιοὶ καὶ τοῖς εἰς ἀναστόμωσιν βρώμασιν ὥσπερ ταῖς ἁλμάσιν ἐλάαις, ἃς κολυμβάδας καλοῦσιν. Ἀριστοφάνης γοῦν ἐν Γήρᾳ φησίν· πρεσβῦτα, πότερα φιλεῖς τὰς δρυπεπεῖς ἑταίρας σὺ τὰς ὑποπαρθένους ἁλμάδας ὡς ἐλάας στιφράς; Φιλήμων δʼ ἐν Μετιόντι Ζωμίῳ· ἰχθὺς τί σοι ἐφαίνεθʼ οὑφθός; Β. μικρὸς ἦν, ἀκήκοας; ἅλμη τε λευκὴ καὶ παχεῖʼ ὑπερβολῇ, κοὐχὶ λοπάδος προσῶζεν οὐδʼ ἡδυσμάτων. ἐβόων δʼ ἅπαντες, ὡς ἀγαθὴν ἅλμην ποιεῖς. ἤσθιον δὲ καὶ τέττιγας καὶ κερκώπας ἀναστομώσεως χάριν. Ἀριστοφάνης Ἀναγύρῳ· πρὸς θεῶν, ἔραμαι τέττιγα φαγεῖν καὶ κερκώπην θηρευσαμένη καλάμῳ λεπτῷ. ἐστὶν δʼ κερκώπη ζῷον ὅμοιον τέττιγι καὶ τιτιγονίῳ, ὡς Σπεύσιππος παρίστησιν ἐν δʹ Ὁμοίων. μνημονεύει αὐτῶν Ἐπίλυκος ἐν Κωραλίσκῳ Ἄλεξις ἐν Θράσωνί φησι· σοῦ δʼ ἐγὼ λαλιστέραν οὐπώποτʼ εἶδον οὔτε κερκώπην, γύναι, οὐ κίτταν, οὐκ ἀηδόνʼ, οὐ χελιδόνα, οὐ τρυγόνʼ, οὐ τέττιγα. Νικόστρατος δʼ ἐν Ἅβρᾳ· πίναξ πρῶτος τῶν μεγάλων ἡγήσεται ἔχων ἐχῖνον, ὠμοτάριχον, κάππαριν, θρυμματίδα, τέμαχος, βολβὸν ἐν ὑποτρίμματι.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License