DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
99

τούτων Μυρτίλος ἀκούσας ἔφη· ἐγὼ δʼ ὢν φιλοτάριχος, ἑταῖροι, χιόνος πιεῖν βούλομαι κατὰ Σιμωνίδην. καὶ Οὐλπιανὸς κεῖται μὲν φιλοτάριχος, ἔφη, παρʼ Ἀντιφάνει ἐν Ὀμφάλῃ οὕτως· οὐ φιλοτάριχος οὐδαμῶς εἰμʼ, κόρη. Ἄλεξις δʼ ἐν Γυναικοκρατίᾳ καὶ ζωμοτάριχόν τινα κέκληκεν ἐν τούτοις· δὲ Κίλιξ ὅδʼ Ἱπποκλῆς, ζωμοτάριχος ὑποκριτής. τὸ δὲ κατὰ Σιμωνίδην τί ἐστιν οὐκ οἶδα. οὐ γὰρ μέλει σοι, ἔφη Μυρτίλος, ἱστορίας, γάστρων. κνισολοιχὸς γάρ τις εἶ καὶ κατὰ τὸν Σάμιον ποιητὴν Ἄσιον τὸν παλαιὸν ἐκεῖνον καὶ κνισοκόλαξ. Καλλίστρατος ἐν ζʹ Συμμίκτων φησὶν ὡς ἑστιώμενος παρά τισι Σιμωνίδης ποιητὴς κραταιοῦ καύματος ὥρᾳ καὶ τῶν οἰνοχόων τοῖς ἄλλοις μισγόντων εἰς τὸ ποτὸν χιόνος, αὐτῷ δὲ οὔ, ἀπεσχεδίασε τόδε τὸ ἐπίγραμμα· τήν ῥά ποτʼ Οὐλύμποιο περὶ πλευρὰς ἐκάλυψεν ὠκὺς ἀπὸ Θρῄκης ὀρνύμενος Βορέης· ἀνδρῶν δʼ ἀχλαίνων ἔδακεν φρένας, αὐτὰρ ἐκάμφθη ζωὴ Πιερίην γῆν ἐπιεσσαμένη· ἔν τις ἐμοὶ καὶ τῆς χεέτω μέρος. οὐ γὰρ ἔοικε θερμὴν βαστάζειν ἀνδρὶ φίλῳ πρόποσιν. πιόντος οὖν αὐτοῦ πάλιν ἐζήτει Οὐλπιανός· ποῦ κεῖται κνισολοιχὸς καὶ τίνα ἐστὶ τὰ τοῦ Ἀσίου ἔπη τὰ περὶ τοῦ κνισοκόλακος; τὰ μὲν οὖν τοῦ Ἀσίου, ἔφη Μυρτίλος, ἔπη ταῦτʼ ἐστί· χωλός, στιγματίης, πολυγήραος, ἶσος ἀλήτῃ ἦλθεν κνισοκόλαξ, εὖτε Μέλης ἐγάμει, ἄκλητος, ζωμοῦ κεχρημένος· ἐν δὲ μέσοισιν ἥρως εἱστήκει βορβόρου ἐξαναδύς. δὲ κνισολοιχός ἐστι παρὰ μὲν Σωφίλῳ ἐν Φιλάρχῳ οὕτως· ὀψοφάγος εἶ καὶ κνισολοιχός. ἐν δὲ τοῖς ἐπιγραφομένοις Συντρέχουσι κνισολοιχίαν εἴρηκεν ἐν τούτοις· πορνοβοσκὸς γὰρ μʼ ὑπὸ κνισολοιχίας χορδήν τινʼ αἱματῖτιν αὑτῷ σκευάσαι ἐκέλευσε ταυτηνί με. τοῦ κνισολοιχοῦ δὲ καὶ Ἀντιφάνης μνημονεύει ἐν Βομβυλιῷ ὅτι δὲ ἔπινον καὶ γλυκὺν οἶνον μεταξὺ ἐσθίοντες, Ἄλεξίς φησιν ἐν Δρωπίδῃ· εἰσῆλθεν ἡταίρα φέρουσα τὸν γλυκὺν ἐν ἀργυρῷ ποτηρίῳ, πετάχνῳ τινὶ ἀστειοτάτῳ τὴν ὄψιν, οὔτε τρυβλίῳ οὔτε φιάλῃ· μετεῖχε δʼ ἀμφοῖν τοῖν ῥυθμοῖν.
Kaibel Dialogi Personae
MYRTILVS
VLPIANVS

PONTIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License