DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
97

μέλλοντος δὲ τοῦ κυνικοῦ τούτοις ἐπισωρεύειν τινὰ Ποντιανὸς ἔφη· οἴδασιν, φίλτατοι ἀνδρῶν, οἱ ἀρχαῖοι καὶ τὴν τοῦ πάνυ ψυχροῦ πόσιν. Ἄλεξις γοῦν ἐν Παρασίτῳ φησί· καὶ γὰρ βούλομαι ὕδατός σε γεῦσαι· πρᾶγμα δʼ ἔστι μοι μέγα φρέατος ἔνδον ψυχρότερον Ἀραρότος. ὀνομάζει δὲ καὶ Ἕρμιππος ἐν Κέρκωψι φρεατιαῖον ὕδωρ οὕτως ... ὅτι δὲ καὶ χιόνα ἔπινον ἐν Μανδραγοριζομένῃ ἔφη Ἄλεξις· εἶτʼ οὐ περίεργόν ἐστιν ἄνθρωπος φυτὸν ὑπεναντιωτάτοις τε πλείστοις χρώμενον; ἐρῶμεν ἀλλοτρίων, παρορῶμεν συγγενεῖς, ἔχοντες οὐδὲν εὐποροῦμεν τοῖς πέλας, ἐράνους φέροντες οὐ φέρομεν ἀλλʼ κακῶς. τακτῆς τροφῆς δὲ τῆς καθʼ ἡμέραν πάλιν γλιχόμεθα· τὴν μὲν μᾶζαν ἵνα λευκὴ παρῇ, ζωμὸν δὲ ταύτῃ μέλανα μηχανώμεθα, τὸ καλόν τε χρῶμα δευσοποιῷ χρῴζομεν. καὶ χιόνα μὲν πίνειν παρασκευάζομεν, τὸ δʼ ὄψον ἂν μὴ θερμὸν ᾖ, διασύρομεν. καὶ τὸν μὲν ὀξὺν οἶνον ἐκπυτίζομεν, ἐπὶ ταῖς ἀβυρτάκαισι δʼ ἐκβακχεύομεν. οὐκοῦν τὸ πολλοῖς τῶν σοφῶν εἰρημένον, τὸ μὴ γενέσθαι μὲν κράτιστόν ἐστʼ αἰεί, ἐπὰν γένηται δʼ, ὡς τάχιστʼ ἔχειν τέλος. Δεξικράτης δʼ ἐν τῷ ἐπιγραφομένῳ Ὑφʼ ἑαυτῶν πλανώμενοί φησιν· εἰ δὲ μεθύω καὶ χιόνα πίνω καὶ μύρον ἐπίσταμʼ ὅτι κράτιστον Αἴγυπτος ποιεῖ ... Εὐθυκλῆς δʼ ἐν Ἀσώτοις Ἐπιστολῇ· πρῶτος μὲν οἶδεν εἰ χιών ἐστʼ ὠνία· πρῶτον δʼ ἐκεῖνον σχαδόνα δεῖ πάντως φαγεῖν. οἶδεν δὲ καὶ καλὸς Ξενοφῶν ἐν Ἀπομνημονεύμασι τὴν διὰ χιόνος πόσιν Χάρης δʼ Μιτυληναῖος ἐν ταῖς περὶ Ἀλέξανδρον ἱστορίαις καὶ ὅπως δεῖ χιόνα διαφυλάσσεσθαι εἴρηκε, διηγούμενος περὶ τῆς πολιορκίας τῆς ἐν Ἰνδοῖς πόλεως Πέτρας, ὀρύξαι φάσκων τὸν Ἀλέξανδρον ὀρύγματα τριάκοντα ψυχεῖα, πληρώσαντα χιόνος παρεμβαλεῖν δρυὸς κλάδους. οὕτω γὰρ παραμένειν πλείω χρόνον τὴν χιόνα.
Kaibel Dialogi Personae
PONTIANVS

CYNVLCVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License