DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
96

ἐπίστανται δʼ οἱ παλαιοὶ καὶ τὸ πάνυ ψυχρὸν ὕδωρ ἐν ταῖς προπόσεσιν, ἀλλʼ οὐκ ἐρῶ, ἐὰν μὴ καὶ σύ με διδάξῃς εἰ ἔπινον θερμὸν ὕδωρ ἐν ταῖς εὐωχίαις οἱ ἀρχαῖοι. εἰ γὰρ οἱ κρατῆρες ἀπὸ τοῦ συμβεβηκότος τῆς ὀνομασίας ἔτυχον οὗτοί τε κερασθέντες παρέκειντο πλήρεις, οὐ ζέον τὸ ποτὸν παρεῖχον, λεβήτων τρόπον ὑποκαιόμενοι. ὅτι γὰρ οἴδασι θερμὸν ὕδωρ Εὔπολις μὲν ἐν Δήμοις παρίστησι· τὸ χαλκίον θέρμαινέ θʼ ἡμῖν καὶ θύη πέττειν τινὰ κέλευʼ, ἵνα σπλάγχνοισι συγγενώμεθα. Ἀντιφάνης δʼ ἐν Ὀμφάλῃ· ἐν χύτρᾳ δέ μοι ὅπως ὕδωρ ἕψοντα μηδένʼ ὄψομαι. οὐ γὰρ κακὸν ἔχω μηδʼ ἔχοιμʼ. ἐὰν δʼ ἄρα στρέφῃ με περὶ τὴν γαστέρʼ τὸν ὀμφαλόν, παρὰ Φερτάτου δακτύλιός ἐστί μοι δραχμῆς. ἐν δʼ Ἀλειπτρίᾳ φέρεται τὸ δρᾶμα καὶ ὡς Ἀλέξιδος —· ἐὰν δὲ τοὐργαστήριον ποιῆτε περιβόητον, κατασκεδῶ, νὴ τὴν φίλην Δήμητρα, τὴν μεγίστην ἀρύταιναν ὑμῶν ἐκ μέσου βάψασα τοῦ λέβητος ζέοντος ὕδατος· εἰ δὲ μή, μηδέποθʼ ὕδωρ πίοιμι ἐλευθέριον. Πλάτων δʼ ἐν δʹ Πολιτείας· πλέονος ἄν τινος ἐπιθυμία ἐν τῇ ψυχῇ εἴη; οἷον δίψα ἐστὶ δίψα ἆρά γε θερμοῦ ποτοῦ ψυχροῦ πολλοῦ ὀλίγου καὶ ἑνὶ λόγῳ ποιοῦ τινος πώματος; ἐὰν μέν τις θερμότης τῷ δίψει προσῇ, τὴν τοῦ θερμοῦ ἐπιθυμίαν προσπαρέχοιτʼ ἄν, ἐὰν δὲ ψυχρότης, τὴν τοῦ ψυχροῦ, ἐὰν δὲ διὰ πλήθους παρουσίαν πολλὴ δίψα ᾖ, τὴν τοῦ πολλοῦ παρέξεται, ἐὰν δὲ ὀλίγη, τὴν τοῦ ὀλίγου; αὐτὸ δὲ τὸ διψῆν οὐ μή ποτε ἄλλου γένηται ἐπιθυμία οὗπερ πέφυκεν, αὐτοῦ πώματος, καὶ αὖ τὸ πεινῆν βρώματος; Σῆμος δὲ Δήλιος ἐν βʹ Νησιάδος ἐν Κιμώλῳ τῇ νήσῳ φησὶ ψυχεῖα κατεσκευάσθαι θέρους ὀρυκτά, ἔνθα χλιεροῦ ὕδατος πλήρη κεράμια καταθέντες κομίζονται χιόνος οὐδὲν διάφορον. τὸ δὲ χλιαρὸν ὕδωρ Ἀθηναῖοι μετάκερας καλοῦσιν, ὡς Σώφιλος ἐν Ἀνδροκλεῖ Ἄλεξις δʼ ἐν Λοκροῖς· αἱ δὲ παῖδες παρέχεον μὲν τὸ θερμόν, δʼ ἑτέρα τὸ μετάκερας. καὶ Φιλήμων ἐν Κορινθίᾳ Ἄμφις δʼ ἐν Βαλανείῳ· ἀνεβόησʼ ὕδωρ ἐνεγκεῖν θερμόν, ἄλλος μετάκερας.
Kaibel Dialogi Personae
CYNVLCVS

PONTIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License