DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
95

εἰ οὖν κἀγώ τι ἥμαρτον, καλλίστων ὀνομάτων καὶ ῥημάτων θηρευτά, μὴ χαλέπαινε. κατὰ γὰρ τὸν Μιλήσιον Τιμόθεον τὸν ποιητὴν οὐκ ἀείδω τὰ παλαιά· τὰ γὰρ ἀμὰ κρείσσω. νέος Ζεὺς βασιλεύει· τὸ πάλαι δʼ ἦν Κρόνος ἄρχων. ἀπίτω μοῦσα παλαιά. Ἀντιφάνης τʼ ἐν Ἀλκήστιδι ἔφη· ἐπὶ τὸ καινουργεῖν φέρου, οὕτως, ἐκείνως, τοῦτο γινώσκων ὅτι ἓν καινὸν ἐγχείρημα, κἂν τολμηρὸν ᾖ, πολλῶν παλαιῶν ἐστι χρησιμώτερον. ὅτι δὲ καὶ οἱ ἀρχαῖοι οἴδασι τὸ οὕτω λεγόμενον ὕδωρ, ἵνα μὴ πάλιν ἀγανακτήσῃς δηκόκταν μου λέγοντος, δείξω. κατὰ γὰρ Φερεκράτους Ψευδηρακλέα εἴποι τις ἂν τῶν πάνυ δοκησιδεξίων ... ἐγὼ δʼ ἂν ἀντείποιμι μὴ πολυπραγμόνει, ἀλλʼ εἰ δοκεῖ σοι, πρόσεχε τὸν νοῦν κἀκροῶ. ἀλλὰ μὴ φθονήσῃς, ἔφη Οὐλπιανός, δέομαι, μηδὲ τοῦ Ταυρείου ὕδατος ὁποῖόν ἐστι δηλῶσαι· τῶν γὰρ τοιούτων φωνῶν ἐγὼ διψῶ. καὶ Κύνουλκος ἀλλὰ προπίνω σοι, ἔφη, φιλοτησίαν (διψᾷς γὰρ λόγων) παρʼ Ἀλέξιδος λαβὼν ἐκ Πυθαγοριζούσης· ὕδατος ἀπέφθου κύαθον· ἂν δʼ ὠμὸν πίῃ, βαρὺ καὶ κοπῶδες. τὸ δὲ Ταύρειον ὕδωρ ὠνόμασεν, φίλε, Σοφοκλῆς Αἰγεῖ ἀπὸ τοῦ περὶ Τροιζῆνα ποταμοῦ Ταύρου, παρʼ καὶ κρήνη τις Ὑόεσσα καλεῖται.
Kaibel Dialogi Personae
CYNVLCVS
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License