DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
92

Δίφιλος δʼ Σίφνιός φησι· τὰ ταρίχη τὰ ἐκ τῶν θαλασσίων καὶ λιμναίων καὶ ποταμίων γινόμενά ἐστιν ὀλιγότροφα, ὀλιγόχυλα, καυσώδη, εὐκοίλια, ἐρεθιστικὰ ὀρέξεως. κράτιστα δὲ τῶν μὲν ἀπιόνων κύβια καὶ ὡραῖα καὶ τὰ τούτοις ὅμοια γένη, τῶν δὲ πιόνων τὰ θύννεια καὶ κορδύλεια. τὰ δὲ παλαιὰ κρείσσονα καὶ δριμύτερα καὶ μάλιστα τὰ Βυζάντια. τὸ δὲ θύννειον, φησί, γίνεται ἐκ τῆς μείζονος πηλαμύδος, ὧν τὸ μικρὸν ἀναλογεῖ τῷ κυβίῳ, ἐξ οὗ γένους ἐστὶ καὶ τὸ ὡραῖον. δὲ σάρδα προσέοικε τῷ κολίᾳ μεγέθει. δὲ σκόμβρος κούφως καὶ ταχέως ἀποχωρῶν τοῦ στομάχου. κολίας δὲ σκιλλωδέστερος, δηκτικώτερος καὶ κακοχυλότερος, τρόφιμος· κρείσσων δὲ Ἀμυνκλανὸς καὶ Σπανὸς Σαξιτανὸς λεγόμενος· λεπτότερος γὰρ καὶ γλυκύτερος. Στράβων δʼ ἐν γʹ Γεωγραφικῶν πρὸς ταῖς Ἡρακλέους φησὶ νήσοις κατὰ Καρχηδόνα τὴν καινὴν πόλιν εἶναι Σεξιτανίαν, ἐξ ἧς καὶ τὰ ταρίχη ἐπωνύμως λέγεσθαι, καὶ ἄλλην Σκομβροαρίαν ἀπὸ τῶν ἁλισκομένων σκόμβρων, ἐξ ὧν τὸ ἄριστον σκευάζεσθαι γάρον. οἱ δὲ λεγόμενοι μελανδρύαι, ὧν καὶ Ἐπίχαρμος μνημονεύει ἐν Αὐτομόλῳ Ὀδυσσεῖ οὕτως· ποτιφόριμον τὸ τέμαχος ἦς ὑπομελανδρυῶδες. μέλανδρυς δὲ τῶν μεγίστων θύννων εἶδός ἐστιν, ὡς Πάμφιλος ἐν τοῖς περὶ ὀνομάτων παρίστησι, καί ἐστι τὰ τεμάχη αὐτοῦ λιπαρώτερα.
Kaibel Dialogi Personae
DAPHNVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License