DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
91

ἐσθιόντων δʼ ἡμῶν τὸ τάριχος καὶ πολλῶν ὁρμὴν ἐχόντων ἐπὶ τὸ πιεῖν Δάφνος ἔφη ἀνατείνας τὼ χεῖρε· Ἡρακλείδης Ταραντῖνος, ἄνδρες φίλοι, ἐν τῷ ἐπιγραφομένῳ Συμποσίῳ φησί· ληπτέον σύμμετρον τροφὴν πρὸ τοῦ πίνειν καὶ μάλιστα τὰς εἰθισμένας προπαρατίθεσθαι περιφοράς. ἐκ διαστήματος γὰρ εἰσφερομένας ἐναλλάττειν τὰ ἀπὸ τοῦ οἴνου προσκαθίζοντα τῷ στομάχῳ καὶ δηγμῶν αἴτια καθιστάμενα. οἴονται δέ τινες ταῦτʼ εἶναι καὶ κακοστόμαχα λέγω δὴ λαχάνων καὶ ταρίχων γένη δηκτικόν τι κεκτημένα, εὐθετεῖν δὲ τὰ κολλώδη καὶ ἐπιστύφοντα βρώματα, ἀγνοοῦντες ὅτι πολλὰ τῶν τὰς ἐκκρίσεις ποιούντων εὐλύτους ἐκ τῶν ἐναντίων εὐστόμαχα καθέστηκεν· ἐν οἷς ἐστι καὶ τὸ σίσαρον καλούμενον (οὗ μνημονεύει Ἐπίχαρμος ἐν Ἀγρωστίνῳ, ἐν Γῇ καὶ Θαλάσσῃ, καὶ Διοκλῆς ἐν αʹ Ὑγιεινῶν), ἀσπάραγος, τεῦτλον τὸ λευκόν (τὸ γὰρ μέλαν καθεκτικόν ἐστιν ἐκκρίσεων), κόγχαι, σωλῆνες, μύες θαλάττιοι, χῆμαι, κτένες, τάριχος τέλειος καὶ μὴ βρομώδης καὶ ἰχθύων εὐχύλων γένη. προπαρατίθεσθαι δʼ ἐστὶν ὠφέλιμον τὴν λεγομένην φυλλίδα καὶ τευτλίον, ἔτι δὲ τάριχος, εἰς τὰς ὁρμὰς εἰς ταῦτα ... μὴ ὁμοίως τῶν πολυτρόφων ἀπολαύειν. τὰς δὲ ἁθρόους ἐν ἀρχῇ πόσεις ἐκκλιτέον· δύσκλητοι γὰρ εἰς τὴν πλείονα τῶν ὑγρῶν προσφοράν. Μακεδόνες δʼ, ὥς φησιν Ἔφιππος Ὀλύνθιος ἐν τῷ περὶ τῆς Ἀλεξάνδρου καὶ Ἡφαιστίωνος ταφῆς, οὐκ ἠπίσταντο πίνειν εὐτάκτως, ἀλλʼ εὐθέως ἐχρῶντο μεγάλαις προπόσεσιν, ὥστε μεθύειν ἔτι παρακειμένων τῶν πρώτων τραπεζῶν καὶ μὴ δύνασθαι τῶν σιτίων ἀπολαύειν.
Kaibel Dialogi Personae
DAPHNVS

MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License