DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
90

τοσαύτην δʼ Ἀθηναῖοι σπουδὴν ἐποιοῦντο περὶ τὸ τάριχος ὡς καὶ πολίτας ἀναγράψαι τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς, ὥς φησιν Ἄλεξις ἐν Ἐπιδαύρῳ οὕτως· τοὺς Χαιρεφίλου δʼ υἱεῖς Ἀθηναίους, ὅτι εἰσήγαγεν τάριχος, οὓς καὶ Τιμοκλῆς ἰδὼν ἐπὶ τῶν ἵππων δύο σκόμβρους ἔφη ἐν τοῖς Σατύροις εἶναι. μνημονεύει αὐτῶν καὶ Ὑπερείδης ῥήτωρ Εὐθύνου δὲ τοῦ ταριχοπώλου μήμνηται Ἀντιφάνης ἐν Κουρίδι οὕτως· ἐλθών τε πρὸς τὸν τεμαχοπώλην, περίμενε, παρʼ οὗ φέρειν εἴωθας, ἂν οὕτω τύχῃ, Εὔθυνος ... ἀπολογίζων αὐτόθι χρηστόν τι, περίμεινον, κέλευσον μὴ τεμεῖν. Φειδίππου δὲ καὶ γὰρ οὗτος ταριχοπώλης Ἄλεξις ἐν Ἱππίσκῳ κἀν Σωράκοις· Φείδιππος ἕτερός τις ταριχηγὸς ξένος.
Kaibel Dialogi Personae
MYRTILVS

DAPHNVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License