DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
89

ὃν ζητοῦντα προφθάσας Μυρτίλος ἔφη· Κρατῖνος μὲν ἐν Διονυσαλεξάνδρῳ· ἐν σαργανίσιν ἄξω ταρίχους Ποντικούς. Πλάτων Διὶ κακουμένῳ· ὥσθʼ ἅττʼ ἔχω ταῦτʼ ἐς ταρίχους ἀπολέσω. Ἀριστοφάνης Δαιταλεῦσιν· οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ πλύνων ἅπασιν ὅσα σύνοιδʼ αὐτῷ κακά. Κράτης Θηρίοις· καὶ τῶν ῥαφάνων ἕψειν χρὴ, ἰχθῦς τʼ ὀπτᾶν τούς τε ταρίχους, ἡμῶν δʼ ἀπὸ χεῖρας ἔχεσθαι. ἰδίως δʼ ἐσχημάτισται παρʼ Ἑρμίππῳ ἐν Ἀρτοπώλισι· καὶ τάριχος πίονα. Σοφοκλῆς τʼ ἐν Φινεῖ· νεκρὸς τάριχος εἰσορᾶν Αἰγύπτιος. ὑποκοριστικῶς δʼ εἴρηκεν Ἀριστοφάνης ἐν Εἰρήνῃ· ἀγόρασόν τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον. καὶ Κηφισόδωρος ἐν Ὑί· κρεᾴδιόν τι φαῦλον ταρίχιον. Φερεκράτης ἐν Αὐτομόλοις· γυνὴ δʼ ἡμῶν ἑκάστῳ λέκιθον ἕψουσʼ φακῆν ἀναμένει καὶ σμικρὸν ὀπτῶσʼ ὀρφανὸν ταρίχιον. καὶ Ἐπίχαρμος δʼ ἀρσενικῶς εἴρηκεν τάριχος. Ἡρόδοτος δʼ ἐν θʹ οὕτως· οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ ἤσπαιρον. καὶ αἱ παροιμίαι δὲ κατὰ τὸ ἄρρεν λέγουσι· τάριχος ὀπτὸς εὐθὺς ἂν ἴδῃ τὸ πῦρ. σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ. οὐκ ἂν πάθοι τάριχος ὧνπερ ἄξιος. Ἀττικοὶ δὲ καὶ οὐδετέρως λέγουσι, καὶ γίνεται γενικὴ τοῦ ταρίχους. Χιωνίδης Πτωχοῖς· ἆρʼ ἂν φάγοιτʼ ἂν καὶ ταρίχους, θεοί; δὲ δοτικὴ ταρίχει ὡς ξίφει. Μένανδρος Ἐπιτρέπουσιν· ἐπὶ τῷ ταρίχει τῷδε τοίνυν κόπτετον. καὶ ἐπὶ αἰτιατικῆς· ἐπέπασα ἐπὶ τὸ τάριχος ἅλας, ἐὰν οὕτω τύχῃ. ὅτε δὲ ἀρσενικόν ἐστιν, γενικὴ οὐκέτι ἕξει τὸ σ.
Kaibel Dialogi Personae
MYRTILVS

PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License