DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
88

ἐπὶ τούτοις σιωπήσαντος τοῦ Διονυσοκλέους γραμματικὸς ἔφη Οὔαρος· ἀλλὰ μὴν καὶ Ἀντιφάνης ποιητὴς ἐν Δευκαλίωνι ταρίχων τῶνδε μέμνηται· τάριχος ἀντακαῖον εἴ τις βούλετʼ Γαδειρικόν, Βυζαντίας δὲ θυννίδος εὐφροσύναις ὀσμαῖσι χαίρει. καὶ ἐν Παρασίτῳ· τάριχος ἀντακαῖον ἐν μέσῳ πῖον, ὁλόλευκον, θερμόν. Νικόστρατός τε Φιλέταιρος ἐν Ἀντύλλῳ· Βυζάντιόν τε τέμαχος ἐπιβακχευσάτω, Γαδειρικόν θʼ ὑπογάστριον παρεισίτω καὶ προελθών· ἀλλʼ ἐπριάμην παρʼ ἀνδρός, γῆ καὶ θεοί, ταριχοπώλου πάνυ καλοῦ τε κἀγαθοῦ τιλτὸν μέγιστον, ἄξιον δραχμῆς, δυοῖν ὀβολοῖν, ὃν οὐκ ἂν καταφάγοιμεν ἡμερῶν τριῶν ἂν ἐσθίοντες οὐδὲ δώδεκα· ὑπερμέγεθες γάρ ἐστιν. ἐπὶ τούτοις Οὐλπιανὸς ἀποβλέψας εἰς τὸν Πλούταρχον ἔφη· μήποτʼ οὔτις ἐν τούτοις, οὗτος, τοὺς παρʼ ὑμῖν τοῖς Ἀλεξανδρεῦσι κατέλεξε Μενδησίους, ὧν οὐδʼ ἂν μαινόμενος κύων γεύσαιτο ἄν ποτε, τῶν καλῶν σου ἡμινήρων τῶν ταριχηρῶν σιλούρων. καὶ Πλούταρχος μὲν ἡμίνηρος, ἔφη, τί διαφέρει τοῦ προκαταλελεγμένου ἡμιταρίχου, οὗ καλὸς ὑμῶν Ἀρχέστρατος μέμνηται ; ἀλλʼ ὅμως ὠνόμασεν ἡμίνηρον Πάφιος Σώπατρος ἐν Μυστάκου θητίῳ οὕτως· ἐδέξατʼ ἀντακαῖον, ὃν τρέφει μέγας Ἴστρος Σκύθαισιν ἡμίνηρον ἡδονήν. καὶ τὸν Μενδήσιον οὕτως αὐτὸς καταλέγει· Μενδήσιός θʼ ὡραῖος ἀκρόπαστος εὖ ξανθαῖσιν ὀπτὸς κέφαλος ἀκτῖσιν πυρός. ταῦτα δὲ τὰ βρώματα ὅτι πολλῷ ἡδίω ἐστὶ τῶν παρὰ σοὶ περισπουδάστων κόττα καὶ λέπιδι, οἱ πειραθέντες ἴσασι. λέγε οὖν ἡμῖν καὶ σὺ εἰ καὶ ἀρσενικῶς τάριχος λέγεται παρʼ Ἀττικοῖς· παρὰ γὰρ Ἐπιχάρμῳ οἴδαμεν.

Alignment

 

Digital Athenaeus Project     Creative Commons License