DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
86

ὠμοτάριχον δέ τινα κέκληκεν Ἄλεξις ἐν Ἀπεγλαυκωμένῳ δʼ αὐτὸς ποιητὴς ἐν Πονήρᾳ περὶ σκευασίας ταρίχων μάγειρόν τινα παράγει λέγοντα τάδε· ὅμως λογίσασθαι πρὸς ἐμαυτὸν βούλομαι καθεζόμενος ἐνταῦθα τὴν ὀψωνίαν, ὁμοῦ τε συντάξαι τί πρῶτον οἰστέον ἡδυντέον τε πῶς ἕκαστόν ἐστί μοι. ... τάριχος πρῶτον ὡραῖον τοδί· διωβόλου τοῦτʼ ἐστί. πλυτέον εὖ μάλα. εἶτʼ εἰς λοπάδιον ὑποπάσας ἡδύσματα ἐνθεὶς τὸ τέμαχος, λευκὸν οἶνον ἐπιχέας ἐπισκεδάσας τʼ ἔλαιον εἶθʼ ἕψων ποῶ μυελὸν ἀφεῖλόν τʼ ἐπιγανώσας σιλφίῳ. ἐν δὲ Ἀπεγλαυκωμένῳ συμβολάς τις ἀπαιτούμενός φησι· παρʼ ἐμοῦ δʼ, ἐὰν μὴ καθʼ ἓν ἕκαστον πάντα δʼ ὡς, χαλκοῦ μέρος δωδέκατον οὐκ ἂν ἀπολάβοις. Β. δίκαιος λόγος. ἀβάκιον, ψῆφον. Α. λέγε. Β. ἔστʼ ὠμοτάριχος πέντε χαλκῶν. Α. λέγʼ ἕτερον. Β. μῦς ἑπτὰ χαλκῶν. Α. οὐδὲν ἀσεβεῖς οὐδέπω, λέγε. Β. τῶν ἐχίνων ὀβολός. Α. ἁγνεύεις ἔτι. Β. ἆρʼ ἦν μετὰ ταῦθʼ ῥάφανος, ἣν ἐβοᾶτε; Α. ναί· χρηστὴ γὰρ ἦν. Β. ἔδωκα ταύτης δύʼ ὀβολούς. Α. τί γὰρ ἐβοῶμεν; Β. τὸ κύβιον τριωβόλου. Α. ονεῖν κεχειρῶν γε οὐκ ἐπράξατʼ οὐδὲ ἕν. Β. οὐκ οἶσθας, μακάριε, τὴν ἀγοράν, ὅτι κατεδηδόκασι τὰ λάχανʼ αἱ τρωξαλλίδες. Α. διὰ τοῦτο τὸ τάριχος τέθεικας διπλασίου; Β. ταριχοπώλης ἐστίν· ἐλθὼν πυνθάνου. γόγγρος δέκʼ ὀβολῶν. Α. οὐχὶ πολλοῦ. λέγʼ ἕτερον. Β. τὸν ὀπτὸν ἰχθὺν ἐπριάμην δραχμῆς. Α. παπαῖ, ὥσπερ πυρετὸς ἀνῆκεν, εἶτʼ ἐν ἐπιτέλει. Β. πρόσθες τὸν οἶνον, ὃν μεθυόντων προσέλαβον ὑμῶν, χοᾶς τρεῖς, δέκʼ ὀβολῶν χοῦς.
Kaibel Index Scriptorum
ALEXIS

ARISTOPHANES
HICESIVS
Kaibel Dialogi Personae
DAPHNVS

Meineke Index Scriptorum
Alexis

Aristophanes
Hicesius

Alignment

 

Digital Athenaeus Project     Creative Commons License