DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
85

Διοκλῆς μὲν Καρύστιος ἐν τοῖς Ὑγιεινοῖς ἐπιγραφομένοις τῶν ταρίχων φησὶ τῶν ἀπιμέλων κράτιστα εἶναι τὰ ὡραῖα, τῶν δὲ πιόνων τὰ θύννεια. Ἱκέσιος δʼ ἱστορεῖ οὐκ εἶναι εὐεκκρίτους κοιλίας οὔτε πηλαμύδας οὔτε τὰ ὡραῖα, τὰ δὲ νεώτερα τῶν θυννείων τὴν αὐτὴν ἀναλογίαν ἔχειν τοῖς κυβίοις μεγάλην τε εἶναι διαφορὰν πρὸς πάντα τὰ ὡραῖα λεγόμενα. ὁμοίως δὲ λέγει καὶ τῶν Βυζαντίων ὡραίων πρὸς τὰ ἀφʼ ἑτέρων τόπων λαμβανόμενα καὶ οὐ μόνον τῶν θυννείων, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἁλισκομένων ἐν Βυζαντίῳ. τούτοις προσέθηκεν Ἐφέσιος Δάφνος· Ἀρχέστρατος μὲν περιπλεύσας τὴν οἰκουμένην γαστρὸς ἕνεκα καὶ τῶν ὑπὸ τὴν γαστέρα φησί· καὶ Σικελοῦ θύννου τέμαχος φάγε ......., τμηθὲν ὅτʼ ἐν βίκοισι ταριχεύεσθαι ἔμελλεν. σαπέρδῃ δʼ ἐνέπω κλαίειν μακρά, Ποντικῷ ὄψῳ, καὶ τοῖς κεῖνον ἐπαινοῦσιν. παῦροι γὰρ ἴσασιν ἀνθρώπων ὅτι φαῦλον ἔφυ καὶ ἀκιδνὸν ἔδεσμα. ἀλλὰ τριταῖον ἔχειν σκόμβρον, πρὶν ἐς ἁλμυρὸν ὕδωρ ἐλθεῖν, ἀμφορέως ἐντὸς νέον, ἡμιτάριχον. ἂν δʼ ἀφίκῃ κλεινοῦ Βυζαντίου εἰς πόλιν ἁγνήν, ὡραίου φάγε μοι τέμαχος πάλιν· ἐστὶ γὰρ ἐσθλὸν καὶ μαλακόν. παρέλιπεν δʼ τένθης Ἀρχέστρατος συγκαταλέξαι ἡμῖν καὶ τὸ παρὰ Κράτητι τῷ κωμῳδιοποιῷ ἐν Σαμίοις λεγόμενον ἐλεφάντινον τάριχος, περὶ οὗ φησιν· σκυτίνῃ ποτʼ ἐν χύτρᾳ τάριχος ἐλεφάντινον ἧψε ποντιὰς χελώνη πευκίνοισι καύμασι, καρκίνοι ποδάνεμοί τε καὶ τανύπτεροι λύκοι ὑσοριμαχεῖν ἄνδρες οὐρανοῦ καττύματα. παῖʼ ἐκεῖνον, ἄγχʼ ἐκεῖνον. ἐν Κέῳ τίς ἡμέρα; ὅτι δὲ διαβόητον ἦν τὸ τοῦ Κράτητος ἐλεφάντινον τάριχος μαρτυρεῖ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις διὰ τούτων· μέγα τι βρῶμʼ ἐστὶ τρυγῳδοποιομουσική, ἡνίκα Κράτητί τε τάριχος ἐλεφάντινον λαμπρὸν ἐνόμιζεν ἀπόνως παρακεκλημένον ἄλλα τε τοιαῦθʼ ἕτερα μυρίʼ ἐκιχλίζετο.
Kaibel Dialogi Personae
DAPHNVS
DIONYSOCLES

Alignment

 

Digital Athenaeus Project     Creative Commons License