DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
81

καὶ οἱ γλωσσογράφοι δὲ ἄρτων ὀνόματα καταλέγουσι· Σέλευκος μὲν ΔΡΑΜΙΝ ὑπὸ Μακεδόνων οὕτως καλούμενον, ΔΑΡΑΤΟΝ δʼ ὑπὸ Θεσσαλῶν. ΕΤΝΙΤΑΝ δέ φησι ἄρτον εἶναι λεκιθίτην, ΕΡΙΚΙΤΑΝ δὲ καλεῖσθαι τὸν ἐξ ἐρηριγμένου καὶ ἀσήστου πυροῦ γιγνόμενον καὶ χονδρώδους. Ἀμερίας δὲ καλεῖ ΞΗΡΟΠΥΡΙΤΑΝ τὸν αὐτόπυρον ἄρτον· ὁμοίως δὲ καὶ Τιμαχίδας. Νίκανδρος δὲ θιαγόνας φησὶν ἄρτους ὑπʼ Αἰτωλῶν καλεῖσθαι τοὺς τοῖς θεοῖς γινομένους. Αἰγύπτιοι δὲ τὸν ὑποξίζοντʼ ἄρτον ΚΥΛΛΑΣΤΙΝ καλοῦσιν. μνημονεύει δʼ αὐτοῦ Ἀριστοφάνης Δαναίσι· καὶ τὸν κυλλᾶστιν φθέγγου καὶ τὸν Πετόσιριν. μνημονεύουσιν αὐτοῦ καὶ Ἑκαταῖος καὶ Ἡρόδοτος καὶ Φανόδημος ἐν ζʹ Ἀτθίδος δὲ Θυατειρηνὸς Νίκανδρος τὸν ἐκ τῆς κριθῆς ἄρτον γινόμενον ὑπὸ τῶν Αἰγυπτίων κυλλᾶστίν φησι καλεῖσθαι. τοὺς δὲ ῥυπαροὺς ἄρτους φαιοὺς ὠνόμασεν Ἄλεξις ἐν Κυπρίῳ οὕτως· ἔπειτα πῶς ἦλθες; Β. μόλις ὀπτωμένους κατέλαβον. Α. ἐξόλοιʼ· ἀτὰρ πόσους φέρεις; Β. ἑκκαίδεκʼ. Α. οἶσε δεῦρο ... Β. λευκοὺς μὲν ὀκτώ, τῶν δὲ φαιῶν τοὺς ἴσους. ΒΛΗΜΑ δέ φησι καλεῖσθαι τὸν ἐντεθρυμμένον ἄρτον καὶ θερμὸν Σέλευκος. Φιλήμων δʼ ἐν αʹ παντοδαπῶν χρηστηρίων ΠΥΡΝΟΝ φησι καλεῖσθαι τὸν ἐκ πυρῶν ἀσήστων γινόμενον ἄρτον καὶ πάντα ἐν ἑαυτῷ ἔχοντα, ΒΛΩΜΙΑΙΟΥΣ τε ἄρτους ὀνομάζεσθαι λέγει τοὺς ἔχοντας ἐντομάς, οὓς Ῥωμαῖοι κοδράτους λέγουσι, ΒΡΑΤΤΙΜΗΝ τε καλεῖσθαι τὸν πιτυρίτην ἄρτον, ὃν εὔκονον τευκονον ὀνομάζουσιν Ἀμερίας καὶ Τιμαχίδας. Φιλητᾶς δʼ ἐν τοῖς Ἀτάκτοις ΣΠΟΛΕΑ καλεῖσθαί τινα ἄρτον, ὃν ὑπὸ τῶν συγγενῶν μόνον καταναλίσκεσθαι.
Kaibel Dialogi Personae
MAGNVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License