DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
78

τῶν δʼ Ἀττικῶν ἄρτων ὡς διαφόρων μνημονεύει καὶ Ἀντιφάνης ἐν Ὀμφάλῃ οὕτως· πῶς γὰρ ἄν τις εὐγενὴς γεγὼς δύναιτʼ ἂν ἐξελθεῖν ποτʼ ἐκ τῆσδε στέγης, ὁρῶν μὲν ἄρτους τούσδε λευκοσωμάτους ἰπνὸν κατέχοντας ἐν πυκναῖς διεξόδοις, ὁρῶν δὲ μορφὴν κριβάνοις ἠλλαγμένους, μίμημα χειρὸς Ἀττικῆς, οὓς δημόταις Θεαρίων ἔδειξεν. οὗτός ἐστι Θεαρίων ἀρτοποιός, οὗ μνημονεύει Πλάτων ἐν Γοργίᾳ συγκαταλέγων αὐτῷ καὶ Μίθαικον οὕτως γράφων· .. οἵτινες ἀγαθοὶ γεγόνασιν εἰσὶ σωμάτων θεραπευταὶ ἔλεγές μοι πάνυ σπουδάζων, Θεαρίων ἀρτοκόπος καὶ Μίθαικος τὴν ὀψοποιίαν συγγεγραφὼς τὴν Σικελικὴν καὶ Σάραμβος κάπηλος, ὅτι οὗτοι θαυμάσιοι γεγόνασι σωμάτων θεραπευταί, μὲν ἄρτους θαυμαστοὺς παρασκευάζων, δὲ ὄψον, δὲ οἶνον. καὶ Ἀριστοφάνης ἐν Γηρυτάδῃ καὶ Αἰολοσίκωνι διὰ τούτων· ἥκω Θεαρίωνος ἀρτοπώλιον λιπών, ἵνʼ ἐστὶ κριβάνων ἑδώλια. Κυπρίων δὲ ἄρτων μνημονεύει Εὔβουλος ὡς διαφόρων ἐν Ὀρθάννῃ διὰ τούτων· δεινὸν μὲν ἰδόντα παριππεῦσαι Κυπρίους ἄρτους· Μαγνῆτις γὰρ λίθος ὣς ἕλκει τοὺς πεινῶντας. τῶν δὲ ΚΟΛΛΙΚΙΩΝ ἄρτων οἱ αὐτοὶ δʼ εἰσὶ τοῖς κολλάβοις Ἔφιππος ἐν Ἀρτέμιδι μνημονεύει οὕτως· παρʼ Ἀλεξάνδρου δʼ ἐκ Θετταλίας κολλικοφάγου κρίβανος ἄρτων. Ἀριστοφάνης δʼ ἐν Ἀχαρνεῦσιν· χαῖρε κολλικοφάγε Βοιωτίδιον.
Kaibel Dialogi Personae
PONTIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License