Ἀρχέστρατος δʼ ἐν τῇ Γαστρονομίᾳ περὶ ἀλφίτων καὶ ἄρτων οὕτως ἐκτίθεται· πρῶτα μὲν οὖν δώρων μεμνήσομαι ἠυκόμοιο Δήμητρος, φίλε Μόσχε· σὺ δʼ ἐν φρεσὶ βάλλεο σῇσιν. ἔστι γὰρ οὖν τὰ κράτιστα λαβεῖν βέλτιστά τε πάντων, εὐκάρπου κριθῆς καθαρῶς ἠσσημένα πάντα, ἐν Λέσβῳ κλεινῆς Ἐρέσου περικύμονι μαστῷ, λευκότερʼ αἰθερίας χιόνος. θεοὶ εἴπερ ἔδουσιν ἄλφιτʼ, ἐκεῖθεν ἰὼν Ἑρμῆς αὐτοῖς ἀγοράζει. ἐστὶ δὲ κἀν Θήβαις ταῖς ἑπταπύλοις ἐπιεικῆ κἀν Θάσῳ ἔν τʼ ἄλλαις πόλεσίν τισιν, ἀλλὰ γίγαρτα φαίνονται πρὸς ἐκεῖνα· σαφεῖ τάδʼ ἐπίστασο δόξῃ. στρογγυλοδίνητος δὲ τετριμμένος εὖ κατὰ χεῖρα κόλλιξ Θεσσαλικός σοι ὑπαρχέτω, ὃν καλέουσι κεῖνοι κριμνίταν, οἱ δʼ ἄλλοι χόνδρινον ἄρτον. εἶτα τὸν ἐκ Τεγέας σεμιδάλεος υἱὸν ἐπαινῶ ἐγκρυφίαν. τὸν δʼ εἰς ἀγορὰν ποιεύμενον ἄρτον αἱ κλειναὶ παρέχουσι βροτοῖς κάλλιστον Ἀθῆναι. ἐν δὲ φερεσταφύλοις Ἐρυθραῖς ἐκ κλιβάνου ἐλθὼν λευκὸς ἁβραῖς θάλλων ὥραις τέρψει παρὰ δεῖπνον. ταῦτʼ εἰπὼν ὁ τένθης Ἀρχέστρατος καὶ τὸν τῶν ἄρτων ποιητὴν ἔχειν συμβουλεύει Φοίνικα ἢ Λυδόν· ἠγνόει γὰρ τοὺς ἀπὸ τῆς Καππαδοκίας ἀρτοποιοὺς ἀρίστους ὄντας. λέγει δʼ οὕτως· ἔστω δή σοι ἀνὴρ Φοῖνιξ ἢ Λυδὸς ἐν οἴκῳ, ὅστις ἐπιστήμων ἔσται σίτοιο κατʼ ἦμαρ παντοίας ἰδέας τεύχειν, ὡς ἂν σὺ κελεύῃς.
|