DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
76

δὲ ΟΒΕΛΙΑΣ ἄρτος κέκληται ἤτοι ὅτι ὀβολοῦ πιπράσκεται, ὡς ἐν τῇ Ἀλεξανδρείᾳ, ὅτι ἐν ὀβελίσκοις ὠπτᾶτο. Ἀριστοφάνης Γεωργοῖς· εἶτʼ ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν. Φερεκράτης Ἐπιλήσμονι· ὠλεν ὀβελίαν σποδιν, ἄρτου δὲ μὴ προτιμᾶν. ἐκαλοῦντο δὲ καὶ ὀβελιαφόροι οἱ ἐν ταῖς πομπαῖς παραφέροντες αὐτοὺς ἐπὶ τῶν ὤμων. Σωκράτης ἐν ϛʹ Ἐπικλήσεων τὸν ὀβελίαν φησὶν ἄρτον Διόνυσον εὑρεῖν ἐν ταῖς στρατείαις. ΕΤΝΙΤΑΣ ἄρτος προσαγορευόμενος λεκιθίτας, ὥς φησιν Εὐκράτης. πανὸς ἄρτος· Μεσσάπιοι. καὶ τὴν πλησμονὴν πανίαν καὶ πάνια τὰ πλήσμια· Βλαῖσος ἐν Μεσοτρίβᾳ καὶ Δεινόλοχος ἐν Τηλέφῳ Ῥίνθων τε ἐν Ἀμφιτρύωνι. καὶ Ῥωμαῖοι δὲ πᾶνα τὸν ἄρτον καλοῦσι. ΝΑΣΤΟΣ ἄρτος ζυμίτης καλεῖται μέγας, ὥς φησι Πολέμαρχος καὶ Ἀρτεμίδωρος, Ἡρακλέων δὲ πλακοῦντος εἶδος. Νικόστρατος δʼ ἐν Κλίνῃ· ναστὸς τὸ μέγεθος τηλικοῦτος, δέσποτα, λευκός· τὸ πάχος γὰρ ὑπερέκυπτε τοῦ κανοῦ. ὀσμὴ δέ, τουπίβλημʼ ἐπεὶ περιῃρέθη, ἄνω ʼβάδιζε καὶ μέλιτι μεμιγμένη ἀτμίς τις εἰς τὰς ῥῖνας· ἔτι γὰρ θερμὸς ἦν. ΚΝΗΣΤΟΣ ἄρτος ποιὸς παρὰ Ἴωσι, Ἀρτεμίδωρος Ἐφέσιός φησιν ἐν Ἰωνικοῖς ὑπομνήμασι. ΘΡΟΝΟΣ ἄρτου ὄνομα. Νεάνθης Κυζικηνὸς ἐν βʹ Ἑλληνικῶν γράφων οὕτως· δὲ Κόδρος τόμον ἄρτου τὸν καλούμενον θρόνον λαμβάνει καὶ κρέας καὶ τῷ πρεσβυτάτῳ νέμουσι. ΒΑΚΧΥΛΟΣ δʼ ἐστὶν ἄρτος σποδίτης παρʼ Ἠλείοις καλούμενος, ὡς Νίκανδρος ἐν βʹ Γλωσσῶν ἱστορεῖ μνημονεύει δʼ αὐτοῦ καὶ Δίφιλος ἐν Διαμαρτανούσῃ οὕτως· ἄρτους σποδίτας κρησερίτας περιφέρειν. ἄρτου δʼ εἶδός ἐστι καὶ ΑΠΟΠΥΡΙΑΣ καλούμενος, ἐπʼ ἀνθράκων δʼ ὀπτᾶται. καλεῖται δʼ οὗτος ὑπό τινων ζυμίτης. Κρατῖνος Μαλθακοῖς· πρῶτον ἀποπυρίαν ἔχω ζυμηταμιαδου πλεους κνεφαλλον.
Kaibel Dialogi Personae
PONTIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License