DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
72

ἐπὶ τούτοις οὐχ ἡσθεὶς Οὐλπιανός, ἀνιαθεὶς δέ, ἀποβλέψας ὡς ἡμᾶς καὶ τὰ ἐξ Ὀρθάννου Εὐβούλου ἰαμβεῖα εἰπών· ὡς εὖ νεναυάγηκεν ἐπὶ τοῦ τηγάνου θεοῖσιν ἐχθρὸς Μυρτίλος· ὅτι γὰρ οὐδὲν τούτων πριάμενός ποτε ἔφαγεν εὖ οἶδα, τῶν τινος οἰκετῶν αὐτοῦ εἰπόντος μοί ποτε τὰ ἐκ Πορνοβοσκοῦ Εὐβούλου ἰαμβεῖα τάδε· τρέφει με Θετταλός τις ἄνθρωπος βαρύς, πλουτῶν, φιλάργυρος δὲ κἀλιτήριος, ὀψοφάγος, ὀψωνῶν δὲ μέχρι τριωβόλου. ἐπεὶ δὲ πεπαιδευμένος ἦν νεανίσκος καὶ οὐχὶ παρὰ τῷ Μυρτίλῳ γε, ἀλλὰ παρὰ ἄλλῳ τινί, ὡς ἐπυνθανόμην αὐτοῦ πῶς εἰς τὸν Μυρτίλον ἐνέπεσεν, ἔφη μοι τὰ ἐκ Νεοττίδος Ἀντιφάνους τάδε· παῖς ὢν μετʼ ἀδελφῆς εἰς Ἀθήνας ἐνθάδε ἀφικόμην ἀχθεὶς ὑπό τινος ἐμπόρου, Σύρος τὸ γένος ὤν. περιτυχὼν δʼ ἡμῖν ὁδὶ κηρυττομένοις ὀβολοστάτης ὢν ἐπρίατο, ἄνθρωπος ἀνυπέρβλητος εἰς πονηρίαν, τοιοῦτος οἷος μηδὲν εἰς τὴν οἰκίαν, μηδʼ ὧν Πυθαγόρας ἐκεῖνος ἤσθιεν τρισμακαρίτης, εἰσφέρειν ἔξω θύμου.
Kaibel Dialogi Personae
VLPIANVS

CYNVLCVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License