DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
71

ΤΑΓΗΝΙΣΤΩΝ δʼ ἰχθύων μνημονεύει Ἄλεξις ἐν Δημητρίῳ καθάπερ κἀν τῷ προκειμένῳ δράματι. Εὔβουλος Ὀρθάννῃ· πᾶσα δʼ εὔμορφος γυνὴ ἐρῶσα φοιτᾷ τηγάνων τε σύντροφα τριβαλλοπανόθρεπτα μειρακύλλια, ὁμοῦ δὲ τευθὶς καὶ Φαληρικὴ κόρη σπλάγχνοισιν ἀρνείοισι συμμεμιγμένη πηδᾷ, χορεύει, πῶλος ὣς ἀπὸ ζυγοῦ. ῥιπὶς δʼ ἐγείρει φύλακας Ἡφαίστου κύνας θερμῇ παροξύνουσα τηγάνου πνοῇ· ὀσμὴ δὲ πρὸς μυκτῆρας ἠρεθισμένη ᾄσσει· μεμαγμένη δὲ Δήμητρος κόρη κοίλη φάραγγος δακτύλου πιέσματι σύρει τριήρους ἐμβολὰς μιμουμένη, δείπνου πρόδρομον ἄριστον. ἤσθιον δὲ καὶ ταγηνιστὰς σηπίας. Νικόστρατος Φιλέταιρος ἐν Ἀντύλλῳ φησίν· οὔποτʼ ἂν αὖθις αὖ σηπίαν ἀπὸ τηγάνου τολμήσαιμι φαγεῖν μόνος. Ἡγήμων δʼ ἐν Φιλίννῃ καὶ γόνον ἐκ ταγήνου ἐσθίοντας ποιεῖ ἐν τούτοις· μάλα ταχέως αὐτῶν πρίω .. πουλύπουν καὶ δὸς καταφαγεῖν κἀπὸ τηγάνου γόνον.
Kaibel Dialogi Personae
MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License