DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
64

ἔτι τοῦ Οὐλπιανοῦ διαλεγομένου παῖδες ἐπεισῆλθον φέροντες ἐπὶ δίσκων ΚΑΡΑΒΟΥΣ μείζονας Καλλιμέδοντος τοῦ ῥήτορος, ὃς διὰ τὸ φιληδεῖν τῷ βρώματι Κάραβος ἐπεκλήθη. Ἄλεξις μὲν οὖν αὐτὸν ἐν Δορκίδι Ποππυζούσῃ φίλιχθυν εἶναι κοινῶς παραδίδωσι, καθάπερ καὶ ἄλλοι τῶν κωμῳδιοποιῶν, λέγων οὕτως· τοῖς ἰχθυοπώλαις ἐστὶ ἐψηφισμένον, ὥς φασι, χαλκῆν Καλλιμέδοντος εἰκόνα στῆσαι Παναθηναίοισιν ἐν τοῖς ἰχθύσιν, ἔχουσαν ὀπτὸν κάραβον ἐν τῇ δεξιᾷ, ὡς αὐτὸν ὄντʼ αὐτοῖσι τῆς τέχνης μόνον σωτῆρα, τοὺς ἄλλους δὲ πάντας ζημίαν. περισπούδαστος δὲ ἦν πολλοῖς τοῦ καράβου βρῶσις, ὡς ἔστι δεῖξαι διὰ πολλῶν τῆς κωμῳδίας μερῶν· ἀρκέσει δὲ τὰ νῦν Ἀριστοφάνης ἐν ταῖς Θεσμοφοριαζούσαις οὕτως λέγων· ἰχθὺς ἐωνηταί τις σηπίδιον τῶν πλατειῶν καρίδων πουλύπους νῆστις ὀπτᾶτʼ γαλεὸς τευθίδες; Β. μὰ τὸν Δίʼ, οὐ δῆτʼ. Α. οὐδὲ βατίς; Β. οὔ φημʼ ἐγώ. Α. οὐδὲ χόριʼ οὐδὲ πυὸς οὐδʼ ἧπαρ κάπρου οὐδὲ σχαδόνες οὐδʼ ἠτριαῖον δέλφακος οὐδʼ ἐγχέλειον οὐδὲ κάραβος; μέγʼ ἂν γυναιξὶ κοπιώσαισιν ἐπεκουρήσατε. πλατείας δὲ καρῖδας ἂν εἴη λέγων τοὺς ἀστακοὺς καλουμένους, ὧν μνημονεύει Φιλύλλιος ἐν Πόλεσι καὶ Ἀρχέστρατος γὰρ ἐν τῷ διαβοήτῳ ποιήματι οὐδʼ ὅλως που κάραβον ὀνομάζων ἀστακὸν προσαγορεύει, ὥσπερ κἀν τούτοις· ἀλλὰ παρεὶς λῆρον πολὺν ἀστακὸν ὠνοῦ τὸν τὰς χεῖρας ἔχοντα μακρὰς ἄλλως τε βαρείας, τοὺς δὲ πόδας μικρούς, βραδέως δʼ ἐπὶ γαῖαν ὀρούει. εἰσὶ δὲ πλεῖστοι μὲν πάντων ἀρετῇ τε κράτιστοι ἐν Λιπάραις· πολλοὺς δὲ καὶ Ἑλλήσποντος ἀθροίζει. καὶ Ἐπίχαρμος δʼ ἐν Ἥβας γάμῳ τὸν προειρημένον ἀστακὸν ὑπὸ τοῦ Ἀρχεστράτου δηλοῖ ὅτι κάραβός ἐστι λέγων οὕτως· ἐντὶ δʼ ἀστακοὶ κολύβδαιναί τε χὢς τὰ πόδιʼ ἔχει μικρά, τὰς χεῖρας δὲ μακράς, κάραβος δὲ τὤνυμα.
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License