DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
63

εἰς ταῦτʼ οὖν τις ἀποβλέπων, ἄνδρες φίλοι, εἰκότως ἂν ἐπαινέσειεν τὸν καλὸν Χρύσιππον κατιδόντα ἀκριβῶς τὴν Ἐπικούρου φύσιν καὶ εἰπόντα μητρόπολιν εἶναι τῆς φιλοσοφίας αὐτοῦ τὴν Ἀρχεστράτου Γαστρολογίαν, ἣν πάντες οἱ τῶν φιλοσόφων γαστρίμαργοι Θέογνίν τινα αὑτῶν εἶναι λέγουσι τὴν καλὴν ταύτην ἐποποιίαν. πρὸς οὓς καὶ Θεόγνητος ἐν Φάσματι Φιλαργύρῳ φησὶν ἐκ τούτων· ἄνθρωπʼ, ἀπολεῖς με. τῶν γὰρ ἐκ τῆς ποικίλης στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς· ἀλλότριόν ἐσθʼ πλοῦτος ἀνθρώπῳ, πάχνη· σοφία δʼ ἴδιον, κρύσταλλος. οὐθεὶς πώποτε ταύτην λαβὼν ἀπώλεσʼ. τάλας ἐγώ, οἵῳ μʼ δαίμων φιλοσόφῳ συνῴκισεν. ἐπαρίστερʼ ἔμαθες, πόνηρε, γράμματα· ἀντέστροφέν σου τὸν βίον τὰ βιβλία· πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν, οἷς οὐθέν ἐστιν ἐπιμελὲς τῶν λόγων.
Kaibel Index Scriptorum
CHRYSIPPVS

ANTIPHANES
THEOGNETVS
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License