DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
62

καὶ παρʼ Ἀντιφάνει δʼ ἐν Στρατιώτῃ Τύχωνι παραινέσεις εἰσφέρων ἄνθρωπος τοιοῦτός ἐστιν, ὅς φησιν· ὅστις ἄνθρωπος δὲ φὺς ἀσφαλές τι κτῆμʼ ὑπάρχειν τῷ βίῳ λογίζεται, πλεῖστον ἡμάρτηκεν. γὰρ εἰσφορά τις ἥρπασεν τἄνδοθεν πάντʼ δίκῃ τις περιπεσὼν ἀπώλετο στρατηγήσας προσῶφλεν χορηγὸς αἱρεθεὶς ἱμάτια χρυσᾶ παρασχὼν τῷ χορῷ ῥάκος φορεῖ τριηραρχῶν ἀπήγξατʼ πλέων ἥλωκέ ποι βαδίζων καθεύδων κατακέκοφθʼ ὑπʼ οἰκετῶν. οὐ βέβαιον οὐθέν ἐστι, πλὴν ὅσʼ ἂν καθʼ ἡμέραν εἰς ἑαυτὸν ἡδέως τις εἰσαναλίσκων τύχῃ, οὐδὲ ταῦτα σφόδρα τι· καὶ γὰρ τὴν τράπεζαν ἁρπάσαι κειμένην ἄν τις προσελθών· ἀλλʼ ὅταν τὴν ἔνθεσιν ἐντὸς ἤδη τῶν ὀδόντων τυγχάνῃς κατεσπακώς, τοῦτʼ ἐν ἀσφαλεῖ νόμιζε τῶν ὑπαρχόντων μόνον. τὰ αὐτὰ εἴρηκε καὶ ἐν Ὑδρίᾳ.
Olson Index
Antiphanes

Bato
Kaibel Index Scriptorum
ANTIPHANES

BATO
Kaibel Dialogi Personae
VLPIANVS

Meineke Index Scriptorum
Antiphanes

Alignment

 

Digital Athenaeus Project     Creative Commons License