DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
61

καὶ Βάτων δʼ ἐν Συνεξαπατῶντι δυσχεραίνοντα ποιήσας μειρακίου πατέρα ὡς διαφθαρέντος κατὰ τὴν δίαιταν ὑπὸ τοῦ παιδαγωγοῦ φησίν· ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών, ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν εἰς βίον ἀλλότριον αὑτοῦ· καὶ πότους ἑωθινοὺς πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος. Β. εἶτʼ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς; Α. ζῆν δʼ ἐστὶ τὸ τοιοῦθʼ; Β. ὡς λέγουσιν οἱ σοφοί. γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν τὴν ἡδονὴν δήπουθεν· οὐκ ἔστιν δʼ ἔχειν ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν παγκάλως ευσωσιαπαντη τυχὸν δώσεις ἐμοί. Α. ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ μεθύοντʼ ἐπὶ τούτοις θʼ οἷς λέγεις κηλούμενον; Β. ἅπαντας· οἱ γοῦν τὰς ὀφρῦς ἐπηρκότες καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ, ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος, ὥστʼ ἐκπεπλῆχθαι πάντας.
Kaibel Index Scriptorum
BATO

ANTIPHANES
Kaibel Dialogi Personae
VLPIANVS

Meineke Index Scriptorum
Antiphanes
Bato
Damoxenus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License