DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
60

θαυμάζειν δʼ ἐστὶν ἄξιον τοῦ τὰς καλὰς ὑποθήκας παραδιδόντος ἡμῖν Ἀρχεστράτου, ὡς Ἐπικούρῳ τῷ σοφῷ τῆς ἡδονῆς καθηγεμὼν γενόμενος κατὰ τὸν Ἀσκραῖον ποιητὴν γνωμικῶς καὶ ἡμῖν συμβουλεύει τισὶ μὲν μὴ πείθεσθαι, αὑτῷ δὲ προσέχειν τὸν νοῦν, καὶ ἐσθίειν παρακελεύεται τὰ καὶ τά, οὐδὲν ἀποδέων τοῦ παρὰ Δαμοξένῳ τῷ κωμῳδιοποιῷ μαγείρου, ὃς ἐν Συντρόφοις φησιν· Ἐπικούρου δέ με ὁρᾷς μαθητὴν ὄντα τοῦ σοφοῦ, παρʼ ἐν δύʼ ἔτεσιν καὶ μησὶν οὐχ ὅλοις δέκα τάλαντʼ ἐγώ σοι κατεπύκνωσα τέτταρα. Β. τοῦτο δὲ τί ἐστιν, εἰπέ μοι. Α. καθήγισα. μάγειρος ἦν κἀκεῖνος, οὐκ ᾔδει θεοί, ποῖος μάγειρος. φύσις πάσης τέχνης ἀρχέγονόν ἐστʼ, ἀρχέγονον, ὦλιτήριε. οὐκ ἔστιν οὐθὲν τοῦ πονεῖν σοφώτερον, πᾶν τʼ εὐχερὲς τὸ πρᾶγμα τοῦ λόγου τριβὴν ἔχοντι τούτου· πολλὰ γὰρ συμβάλλεται. διόπερ μάγειρον ὅταν ἴδῃς ἀγράμματον μὴ Δημόκριτόν τε πάντα διανεγνωκότα, μᾶλλον δὲ κατέχοντα καταγέλα ὡς κενοῦ καὶ τὸν Ἐπικούρου κανόνα, μινθώσας ἄφες. ὡς ἐκ διατριβῆς τοῦτο δεῖ γὰρ εἰδέναι, τίνʼ ἔχει διαφορὰν πρῶτον, βέλτιστε σύ, γλαυκίσκος ἐν χειμῶνι καὶ θέρει· πάλιν ποῖος περὶ δύσιν Πλειάδος συνειδέναι ἰχθὺς ὑπὸ τροπάς τʼ ἐστὶ χρησιμώτατος. αἱ μεταβολαὶ γὰρ αἵ τε κινήσεις, κακὸν ἠλίβατον ἀνθρώποισιν, ἀλλοιώματα ἐν ταῖς τροφαῖς ποιοῦσι, μανθάνεις; τὸ δὲ ληφθὲν καθʼ ὥραν ἀποδίδωσι τὴν χάριν. τίς παρακολουθεῖ ταῦτα; τοιγαροῦν στρόφοι καὶ πνευμάτια γινόμενα τὸν κεκλημένον ἀσχημονεῖν ποιοῦσι. παρὰ δʼ ἐμοὶ τρέφει τὸ προσφερόμενον βρῶμα καὶ λεπτύνεται ὀρθῶς τε διαπνεῖ. τοιγαροῦν εἰς τοὺς πόρους χυμὸς ὁμαλῶς πανταχοῦ συνίσταται. χυμός, λέγει Δημόκριτος, οὐδὲν πρᾶγμα· τὰ γινόμενα ποιεῖ τὸν φαγόντʼ ἀρθριτικόν. Β. καὶ τῆς ἰατρικῆς τι μετέχειν μοι δοκεῖς. Α. καὶ πᾶς φύσεως ἐντός. δʼ ἀπειρία τῶν νῦν μαγείρων κατανόει πρὸς τῶν θεῶν οἵα ʼστίν. ἅλμην ὅταν ἴδῃς ἐξ ἰχθύων ὑπεναντίων αὑτοῖσι ποιοῦντας μίαν καὶ σήσαμʼ ὑποτρίβοντας εἰς ταύτην, λαβὼν ἕκαστον αὐτῶν κατὰ μέρος προσπαρδέτω. Β. ὥς μοι κεχάρισαι. Α. τί γὰρ ἂν εὖ γένοιτʼ ἔτι τῆς ἰδιότητος πρὸς ἑτέραν μεμιγμένης καὶ συμπλεκομένης οὐχὶ συμφώνους ἁφάς; τὸ ταῦτα διορᾶν ἐστιν ἐμψύχου τέχνης, οὐ τὸ διανίζειν λοπάδας οὐδʼ ὄζειν καπνοῦ. ἐγὼ γὰρ εἰς τοὐπτάνιον οὐκ εἰσέρχομαι, ἀλλά τι θεωρῶ πλησίον καθήμενος, ποιοῦσι δʼ ἑτέροισιν λέγω τὰς αἰτίας καὶ τἀποβαῖνον ὀξὺ τὸ περίκομμʼ ἄφες. Β. ἁρμονικός, οὐ μάγειρος. Α. ἐπίτεινον τὸ πῦρ. ὁμαλιζέτω τις τὸ τάχος· πρώτη λοπὰς ζεῖ ταῖς ἐφεξῆς οὐχὶ συμφώνως. νοεῖς τὸν τύπον; Β. Ἄπολλον. Α. καί τι φαίνεται τέχνη; εἶτʼ οὐθὲν εἰκῇ παρατίθημι, μανθάνεις, βρῶμʼ, ἀλλὰ μίξας πάντα κατὰ συμφωνίαν. Β. πῶς; Α. ἔστιν αὑτοῖς διὰ τεττάρων ἔχει κοινωνίαν, διὰ πέντε, διὰ πασῶν πάλιν· ταῦτα προσάγω πρὸς αὐτὰ τὰ διαστήματα καὶ ταῖς ἐπιφοραῖς εὐθὺς οἰκείως πλέκω. ἐνίοτε δʼ ἐφεστὼς παρακελεύομαι πόθεν ἅπτει; τί τούτῳ μιγνύειν μέλλεις; ὅρα· διάφωνον ἕλκεις· οὐχ ὑπερβήσῃ; σοφὸν Ἐπίκουρος οὕτω κατεπύκνου τὴν ἡδονήν· ἐμασᾶτʼ ἐπιμελῶς. οἶδε τἀγαθὸν μόνος ἐκεῖνος οἷόν ἐστιν· οἱ δʼ ἐν τῇ στοᾷ ζητοῦσι συνεχῶς, οἷόν ἐστʼ οὐκ εἰδότες. οὐκοῦν γʼ οὐκ ἔχουσιν, ἀγνοοῦσι δέ, οὐδʼ ἂν ἑτέρῳ δοίησαν. Β. οὕτω συνδοκεῖ· ἀφῶμεν οὖν τὰ λοιπά· δῆλα δὴ πάλαι.
Kaibel Index Scriptorum
BATO
LYNCEVS
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License