DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
58

Λυγκεὺς δʼ Σάμιος, Θεοφράστου γνώριμος, καὶ τὴν σὺν ὀπῷ χρῆσιν αὐτῆς οἶδεν. ἀναγράφων γοῦν τὸ Πτολεμαίου συμπόσιόν φησιν οὕτως· μήτρας τινὸς περιφερομένης ἐν ὄξει καὶ ὀπῷ. τοῦ δὲ ὀποῦ μέμνηται Ἀντιφάνης ἐν Δυσέρωσι περὶ Κυρήνης τὸν λόγον ποιούμενος· ἐκεῖσε δʼ οὐ πλέω ὅθεν διεσπάσθημεν, ἐρρῶσθαι λέγων ἅπασιν, ἵπποις, σιλφίῳ, συνωρίσιν, καυλῷ, κέλησι, μασπέτοις, πυρετοῖς, ὀπῷ. τῆς δὲ διαφορᾶς τῆς περὶ τὴν ἐκτομίδα μνημονεύει Ἵππαρχος τὴν Αἰγυπτιακὴν Ἰλιάδα συνθεὶς ἐν τούτοις· ἀλλὰ λοπάς μʼ εὔφραινʼ μήτρης καλὰ πρόσωπα ἐκβολάδος, δέλφαξ δʼ ἐν κλιβάνῳ ἡδέα ὄζων. Σώπατρος δʼ ἐν μὲν Ἱππολύτῳ φησίν· ἀλλʼ οἷα μήτρα καλλίκαρπος ἐκβολὰς δίεφθα λευκανθεῖσα τυροῦται δέμας. ἐν δὲ Φυσιολόγῳ· μήτρας ὑείας οὐκ ἀφεψηθεὶς τόμος, τὴν δηξίθυμον ἐντὸς ὀξάλμην ἔχων. ἐν δὲ Σίλφαις· μήτρας ὑείας ἑφθὸν ὡς φάγῃς τόμον, δριμεῖαν ὠθῶν πηγανῖτιν εἰς χολήν.
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License