DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
57

ἡσθέντων οὖν ἐπὶ τοῖς πεπαιγμένοις ἁπάντων ἀλλὰ μήν, ἔφη Οὐλπιανός, καὶ τὸν περὶ τῆς ΜΗΤΡΑΣ λόγον ἀποδώσω. Ἄλεξις γὰρ ἐν τῷ Ποντικῷ ἐπιγραφομένῳ δράματι Καλλιμέδοντα τὸν ῥήτορα, Κάραβον δὲ ἐπικαλούμενον κωμῳδῶν ἦν δʼ οὗτος εἷς τῶν κατὰ Δημοσθένη τὸν ῥήτορα πολιτευομένων φησίν· ὑπὲρ πάτρας μὲν πᾶς τις ἀποθνῄσκειν θέλει, ὑπὲρ δὲ μήτρας Καλλιμέδων Κάραβος ἑφθῆς ἴσως προσεῖτʼ ἂν ἀποθανεῖν. ἦν δὲ Καλλιμέδων καὶ ἐπὶ ὀψοφαγίᾳ διαβόητος. μνημονεύει τῆς μήτρας καὶ Ἀντιφάνης ἐν Φιλομήτορι οὕτως· ἔμμητρον ἂν τὸ ξύλον, βλάστην ἔχει· μητρόπολίς ἐστιν, οὐχὶ πατρόπολις πόλις· μήτραν τινὲς πωλοῦσιν ἥδιστον κρέας· Μητρᾶς Χῖός ἐστι τῷ δήμῳ φίλος. Εὔφρων δʼ ἐν Παραδιδομένῃ· οὑμὸς διδάσκαλος δὲ μήτραν σκευάσας παρέθηκε Καλλιμέδοντι κἀσθίονθʼ ἅμα ἐποίησε πηδᾶν, ὅθεν ἐκλήθη Κάραβος. Διώξιππος δʼ ἐν Ἀντιπορνοβοσκῷ· οἵων δʼ ἐπιθυμεῖ βρωμάτων, ὡς μουσικῶν· ἤνυστρα, μήτρας, χόλικας. ἐν δὲ Ἱστοριογράφῳ· τὴν στοὰν διεξέπαιεν Ἀμφικλῆς· μήτρας δύο κρεμαμένας δείξας ἐκεῖνον πέμπε, φησίν, ἂν ἴδῃς. Εὔβουλος δʼ ἐν Δευκαλίωνι· ἡπάτια, νῆστις, πλεύμονες, μήτρα.
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License