DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
56

πρὸς ταῦτα Οὐλπιανός πως ἡδέως γελάσας ἀλλὰ μὴ βάυζε, εἶπεν, ἑταῖρε, μηδὲ ἀγριαίνου τὴν κυνικὴν προβαλλόμενος λύσσαν τῶν ὑπὸ κύνα οὐσῶν ἡμερῶν, δέον αἰκάλλειν μᾶλλον καὶ προσσαίνειν τοῖς συνδείπνοις, μὴ καί τινα Κυνοφόντιν ἑορτὴν ποιησώμεθα ἀντὶ τῆς παρʼ Ἀργείοις ἐπιτελουμένης. χορτασθῆναι εἴρηται, δαιμόνιε ἀνδρῶν, παρὰ μὲν Κρατίνῳ ἐν Ὀδυσσεῦσιν οὕτως· ἧσθε πανημέριοι χορταζόμενοι γάλα λευκόν. καὶ Μένανδρος δὲ ἐν Τροφωνίῳ ἔφη χορτασθείς. Ἀριστοφάνης δʼ ἐν Γηρυτάδῃ· θεράπευε καὶ χόρταζε τῶν μονῳδιῶν. Σοφοκλῆς τε ἐν Τυροῖ· σίτοισι παγχόρτοισιν ἐξενίζομεν. Εὔβουλος δʼ ἐν Δόλωνι· ἐγὼ κεχόρτασμαι μέν, ἄνδρες, οὐ κακῶς, ἀλλʼ εἰμὶ πλήρης, ὥστε καὶ μόλις πάνυ ὑπεδησάμην ἅπαντα δρῶν τὰς ἐμβάδας. Σώφιλος δʼ ἐν Φυλάρχῳ· γαστρισμὸς ἔσται δαψιλής· τὰ προοίμια ὁρῶ . . . . . . . χορτασθήσομαι. νὴ τὸν Διόνυσον, ἄνδρες, ἤδη στρηνιῶ. καὶ Ἄμφις ἐν Οὐρανῷ· εἰς τὴν ἑσπέραν χορτάζομαι ἐν ἅπασιν ἀγαθοῖς. ταῦτα μὲν οὖν, Κύνουλκε, εἰπεῖν προχείρως ἔχω σοι τὰ νῦν, αὔριον δὲ ἔνηφι τὴν γὰρ εἰς τρίτην Ἡσίοδος εἴρηκεν οὕτως πληγαῖς σε χορτάσω, ἐάνπερ μὴ εἴπῃς κοιλιοδαίμων παρὰ τίνι κεῖται. σιωπήσαντος δʼ ἐκείνου ἀλλὰ μὴν καὶ τοῦτο αὐτός σοι, κύον, ἐρῶ ὅτι Εὔπολις τοὺς κόλακας ἐν τῷ ὁμωνύμῳ δράματι οὕτω κέκληκε· τὸ δὲ μαρτύριον ἀναβαλοῦμαι, ἔστʼ ἂν ἀποδῶ σοι τὰς πληγάς.
Kaibel Dialogi Personae
VLPIANVS

CYNVLCVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License