DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
55

οἶδα δʼ ὅτι καὶ Σιμωνίδης που ποιητὴς ἀρίσταρχον εἶπε τὸν Δία καὶ Αἰσχύλος τὸν Ἅιδην ἀγησίλαον, Νίκανδρος δὲ Κολοφώνιος ἰοχέαιραν τὴν ἀσπίδα τὸ ζῷον. διὰ ταῦτα καὶ τὰ τοιαῦτα θαυμασιώτατος Πλάτων ἐν τῷ Πολιτικῷ εἰπὼν ξηροβατικά τινα ζῷα καὶ ἀεροβατικὰ ... ἄλλα, ξηροτροφικόν τε καὶ ὑγροτροφικὸν καὶ ἀερονομικὸν ἐπὶ ζῴων χερσαίων καὶ ἐνύγρων καὶ ἐναερίων ἐπιλέγει, ὥσπερ παρακελευόμενος τούτοις τοῖς ὀνοματοποιοῖς φυλάττεσθαι τὴν καινότητα γράφων καὶ κατὰ λέξιν τάδε· κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, πλουσιώτερος καὶ εἰς γῆρας ἀναφανήσῃ φρονήσεως. οἶδα δὲ καὶ Ἡρῴδην τὸν Ἀττικὸν ῥήτορα ὀνομάζοντα τροχοπέδην τὸ διαβαλλόμενος ξύλον διὰ τῶν τροχῶν, ὅτε κατάντεις ὁδοὺς ὀχούμενος ἐπορεύετο, καίτοι Σιμαρίστου ἐν τοῖς Συνωνύμοις ἐποχέα τὸ ξύλον τοῦτο ἐπονομάσαντος. καὶ Σοφοκλῆς δέ που ποιητὴς τὸν φύλακα μοχλὸν φόβου ὠνόμασεν ἐν τούτοις· θάρσει, μέγας σοι τοῦδʼ ἐγὼ φόβου μοχλός. κἀν ἄλλοις δὲ τὴν ἄγκυραν ἰσχάδα κέκληκεν διὰ τὸ κατέχειν τὴν ναῦν· ναῦται δʼ ἐμηρύσαντο νηὸς ἰσχάδα. καὶ Δημάδης δὲ ῥήτωρ ἔλεγε τὴν μὲν Αἴγιναν εἶναι λήμην τοῦ Πειραιῶς, τὴν δὲ Σάμον ἀπορρῶγα τῆς πόλεως, ἔαρ δὲ τοῦ δήμου τοὺς ἐφήβους, τὸ δὲ τεῖχος ἐσθῆτα τῆς πόλεως, τὸν δὲ σαλπικτὴν κοινὸν Ἀθηναίων ἀλέκτορα. δʼ ὀνοματοθήρας οὗτος σοφιστὴς καὶ ἀκάθαρτον ἔφη γυναῖκα ἧς ἐπεσχημένα ἦν τὰ γυναικεῖα. πόθεν δέ σοι, Οὐλπιανέ, καὶ κεχορτασμένοι εἰπεῖν ἐπῆλθε, δέον τῷ κορεσθῆναι χρήσασθαι;
Kaibel Dialogi Personae
CYNVLCVS

VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License