DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
54

τοιοῦτοί τινές εἰσιν, ἑταῖροι, οἱ Οὐλπιάνειοι σοφισταί, οἱ καὶ τὸ μιλιάριον καλούμενον ὑπὸ Ῥωμαίων, τὸ εἰς τοῦ θερμοῦ ὕδατος κατεργασίαν κατασκευαζόμενον, ἰπνολέβητα ὀνομάζοντες, πολλῶν ὀνομάτων ποιηταὶ καὶ πολλοῖς παρασάγγαις ὑπερδραμόντες τὸν Σικελιώτην Διονύσιον, ὃς τὴν μὲν παρθένον ἐκάλει μένανδρον, ὅτι μένει τὸν ἄνδρα, καὶ τὸν στῦλον μενεκράτην, ὅτι μένει καὶ κρατεῖ, βαλάντιον δὲ τὸ ἀκόντιον, ὅτι ἐναντίον βάλλεται, καὶ τὰς τῶν μυῶν διεκδύσεις μυστήρια ἐκάλει, ὅτι τοὺς μῦς τηρεῖ. Ἄθανις δʼ ἐν αʹ Σικελικῶν τὸν αὐτόν φησι Διονύσιον καὶ τὸν βοῦν γαρόταν καλεῖν καὶ τὸν χοῖρον ἴακχον. τοιοῦτος ἦν καὶ Ἀλέξαρχος Κασσάνδρου τοῦ Μακεδονίας βασιλεύσαντος ἀδελφός, τὴν Οὐρανόπολιν καλουμένην κτίσας. ἱστορεῖ δὲ περὶ αὐτοῦ Ἡρακλείδης Λέμβος ἐν τῇ τριακοστῇ ἑβδόμῃ τῶν ἱστοριῶν λέγων οὕτως· Ἀλέξαρχος τὴν Οὐρανόπολιν κτίσας διαλέκτους ἰδίας εἰσήνεγκεν, ὀρθροβόαν μὲν τὸν ἀλεκτρυόνα καλέων καὶ βροτοκέρτην τὸν κουρέα καὶ τὴν δραχμὴν ἀργυρίδα, τὴν δὲ χοίνικα ἡμεροτροφίδα καὶ τὸν κήρυκα ἀπύτην. καὶ τοῖς Κασσανδρέων δὲ ἄρχουσι τοιαῦτά ποτʼ ἐπέστειλε· Ἀλέξαρχος Ὁμαιμέων πρόμοις γαθεῖν. τοὺς ἡλιοκρεῖς οἰῶν οἶδα λιπουσαθεωτων ἔργων κρατιτορας μορσίμῳ τύχᾳ κεκυρωμένας θεουπογαις χυτλώσαντες αὐτοὺς καὶ φύλακας ὀριγενεῖς. τί δὲ ἐπιστολὴ αὕτη δηλοῖ νομίζω ʼγὼ μηδὲ τὸν Πύθιον διαγνῶναι. κατὰ γὰρ τὸν Ἀντιφάνους Κλεοφάνη· τὸ δὲ τυραννεῖν ἐστιν; τί ποτε τὸν σπουδαῖον ἀκολουθεῖν ἐρεῖς ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία λεπτῶν, ἀσίτων, συκίνων, λέγονθʼ ὅτι τὸ πρᾶγμα τοῦτʼ οὐκ ἔστιν, εἴπερ γίνεται, οὐδʼ ἔστι γάρ πω γινόμενον γίνεται, οὐτʼ εἰ πρότερον ἦν, ἔστιν γε νῦν γίνεται, ἔστιν γὰρ οὐκ ὂν οὐδέν· δὲ μὴ γέγονέ πω, οὐκ ἔστʼ ἕωσπερ γέγονε δὲ μὴ γέγονέ πω. ἐκ τοῦ γὰρ εἶναι γέγονεν· εἰ δʼ οὐκ ἦν ὅθεν, πῶς ἐγένετʼ ἐξ οὐκ ὄντος; οὐχ οἷόν τε γάρ. εἰ δʼ αὖ ποθέν ποι γέγονεν, οὐκ ἔσται κηποι δεποτις εἴη, πόθεν γενήσεται τοὐκ ὂν εἰς οὐκ ὄν· εἰς οὐκ ὂν γὰρ οὐ δυνήσεται. ταυτὶ δʼ τι ἐστὶν οὐδʼ ἂν Ἀπόλλων μάθοι.
Kaibel Dialogi Personae
CYNVLCVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License