DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
53

τῆς δʼ αὐτῆς ταύτης σοφίας καὶ ἕτερός ἐστι ζηλωτής, Πομπηιανὸς Φιλαδελφεύς, ἄνθρωπος οὐκ ἀπάνουργος, ὀνοματοθήρας δὲ καὶ αὐτός. ὅστις πρὸς τὸν οἰκέτην διαλεγόμενος μεγάλῃ τῇ φωνῇ καλέσας τοὔνομα Στρομβιχίδη, ἔφη, κόμιζέ μοι ἐπὶ τὸ γυμνάσιον τὰς βλαύτας τὰς ἀφορήτους καὶ τὴν ἐφεστρίδα τὴν ἄχρηστον. ἐγὼ γὰρ ὑποδησάμενος τὸν πώγωνα προσαγορεύσω τοὺς ἑταίρους· ὀπτὸς γάρ ἐστί μοι Λάριχος. κόμιζε δὲ τοῦ ἐλαίου τὴν λήκυθον· πρότερον γὰρ συντριβησόμεθον, ἔπειθʼ οὕτως ἀπολούμεθον. δʼ αὐτὸς οὗτος σοφιστὴς Φεβρουαρίῳ μηνί, ὡς Ῥωμαῖοι λέγουσι τὸν δὲ μῆνα τοῦτον κληθῆναί φησιν Μαυρούσιος Ἰόβας ἀπὸ τῶν κατουδαίων φόβων κατʼ ἀναίρεσιν τῶν δειμάτων ἐν τοῦ χειμῶνός ἐστι τὸ ἀκμαιότατον, καὶ ἔθος τότε τοῖς κατοιχομένοις τὰς χοὰς ἐπιφέρειν πολλαῖς ἡμέραις, πρός τινα τῶν φίλων οὐκ εἶδές με, ἔφη, πολλῶν ἡμερῶν διὰ τὰ καύματα. τῆς δὲ τῶν Παναθηναίων ἑορτῆς ἐπιτελουμένης, διʼ ἧς καὶ τὰ δικαστήρια οὐ συνάγεται, ἔφη γενέθλιός ἐστι τῆς ἀλέκτορος Ἀθηνᾶς καὶ ἄδικος τῆτες ἡμέρα. ἐκάλεσε δέ ποτε καὶ τὸν ἐκ Δελφῶν ἐπανελθόντα ἡμῶν ἑταῖρον οὐδὲν αὐτῷ χρήσαντος τοῦ θεοῦ ἄχρηστον. δεῖξιν δέ ποτε λόγων δημοσίᾳ ποιούμενος καὶ ἐγκώμιον διεξερχόμενος τῆς βασιλευούσης πόλεως ἔφη θαυμαστὴ δʼ Ῥωμαίων ἀρχὴ ἀνυπόστατος.
Kaibel Index Scriptorum
IVBA

Kaibel Dialogi Personae
CYNVLCVS

Meineke Index Scriptorum
Iuba

Dionysius

Alignment

 

Digital Athenaeus Project     Creative Commons License