DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
5

Θεόφραστος δέ φησι σικυῶν τρία εἶναι γένη, Λακωνικόν, Σκυταλίαν, Βοιώτιον. καὶ τούτων τὸν μὲν Λακωνικὸν ὑδρευόμενον βελτίω γίνεσθαι, τοὺς δʼ ἄλλους ἀνύδρους. γίνονται δέ, φησί, καὶ εὐχυλότεροι οἱ σικυοί, ἐὰν τὸ σπέρμα ἐν γάλακτι βραχὲν σπαρῇ ἐν μελικράτῳ. ἱστορεῖ δὲ ταῦτα ἐν φυτικοῖς αἰτίοις· θᾶττον αὔξεσθαι, κἂν ἐν ὕδατι κἂν ἐν γάλακτι πρότερον εἰς τὴν γῆν κατατεθῆναι βραχῇ. Εὐθύδημος δʼ ἐν τῷ περὶ λαχάνων εἶδος σικυῶν εἶναι τοὺς προσαγορευομένους δρακοντίας. ὠνομάσθαι δὲ σικυούς φησι Δημήτριος Ἰξίων ἐν πρώτῃ Ἐτυμολογουμένων ἀπὸ τοῦ σεύεσθαι καὶ κίειν· ὁρμητικὸν γὰρ ὑπάρχειν. Ἡρακλείδης δʼ Ταραντῖνος ἐν τῷ Συμποσίῳ ἡδύγαιον καλεῖ τὸν σικυόν. Διοκλῆς δʼ Καρύστιος τὸν σικυόν φησι μετὰ σίων ἐν πρώτοις λαμβανόμενον ἐνοχλεῖν· φέρεσθαι γὰρ ἄνω καθάπερ τὴν ῥάφανον· τελευταῖον δὲ λαμβανόμενον ἀλυπότερον εἶναι καὶ εὐπεπτότερον· ἑφθὸν δὲ καὶ διουρητικὸν μετρίως ὑπάρχειν. Δίφιλος δέ φησιν· σικυὸς ψυκτικὸς ὑπάρχων δυσοικονόμητός ἐστι καὶ δυσυποβίβαστος, ἔτι δὲ φρικοποιὸς καὶ γεννητικὸς χολῆς ἀφροδισίων τε ἐφεκτικός. αὔξονται δʼ ἐν τοῖς κήποις οἱ σικυοὶ κατὰ τὰς πανσελήνους καὶ φανερὰν ἴσχουσι τὴν ἐπίδοσιν, καθάπερ καὶ οἱ θαλάττιοι ἐχῖνοι.
Kaibel Dialogi Personae
MAGNVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License