DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
49

ἀκροκωλίων δὲ μέμνηται Ἀριστοφάνης Αἰολοσίκωνι· καὶ μὴν τὸ δεῖνʼ, ἀκροκώλια δή σοι τέτταρα ἥψησα τακερά. καὶ ἐν Γηρυτάδῃ· ἀκροκώλιʼ, ἄρτοι, κάραβοι. Ἀντιφάνης Κορινθίᾳ· ἔπειτα κἀκροκώλιον ὕειον Ἀφροδίτῃ; γελοῖον. Β. ἀγνοεῖς· ἐν τῇ Κύπρῳ δʼ οὕτω φιληδεῖ ταῖς ὑσίν, δέσποθʼ, ὥστε σκατοφαγεῖν ἀπεῖρξε τὸ ζῷον, τοὺς δὲ βοῦς ἠνάγκασεν. ὅτι δʼ ὄντως Ἀφροδίτῃ ὗς θύεται μαρτυρεῖ Καλλίμαχος Ζηνόδοτος ἐν ἱστορικοῖς ὑπομνήμασι γράφων ὧδε· Ἀργεῖοι Ἀφροδίτῃ ὗν θύουσι, καὶ ἑορτὴ καλεῖται Ὑστήρια. Φερεκράτης δʼ ἐν Μεταλλεῦσι· σχελίδες δʼ ὁλόκνημοι πλησίον τακερώταται ἐπὶ πινακίσκοις καὶ δίεφθʼ ἀκροκώλια. Ἄλεξις Κυβευταῖς· ἠριστηκότων σχεδόν τι δʼ ἡμῶν ἐξ ἀκροκωλίου τινός. κἀν Παννυχίδι Ἐρίθοισιν· ἡμίοπτα μὲν τὰ κρεᾴδιʼ ἐστί, τὸ περίκομμʼ ἀπόλλυται, γόγγρος ἑφθός, τὰ δʼ ἀκροκώλιʼ οὐδέπω. τῶν δʼ ἑφθῶν ποδῶν μνημονεύει Φερεκράτης ἐν Δουλοδιδασκάλῳ· ὡς παρασκευάζεται δεῖπνον πῶς ἂν εἴπαθʼ ἡμῖν. Β. καὶ δῆθʼ ὑπάρχει τέμαχος ἐγχέλειον ὑμῖν, τευθίς, ἄρνειον κρέας, φύσκης τόμος, ποὺς ἑφθός, ἧπαρ, πλευρόν, ὀρνίθεια πλήθει πολλά, τυρὸς ἐν μέλιτι, μερὶς κρεῶν. Ἀντιφάνης Παρασίτῳ· χοιρίων σκέλη καπύρʼ. Β. ἀστεῖόν γε, νὴ τὴν Ἑστίαν, ἄριστον. Α. ἑφθὸς τυρὸς ἐπεδόνει πολύς. Ἐκφαντίδης δʼ ἐν Σατύροις· πόδας ἐπεὶ δέοι πριάμενον καταφαγεῖν ἑφθοὺς ὑός. γλώσσης δὲ μέμνηται Ἀριστοφάνης ἐν Ταγηνισταῖς διὰ τούτων· ἅλις ἀφύης μοι· παρατέταμαι γὰρ τὰ λιπαρὰ κάπτων. ἀλλὰ φέρετατʼ ἀπόβασιν ἡπάτιον καπριδίου νέου κόλλοπά τινʼ· εἰ δὲ μή, πλευρὸν γλῶτταν σπληνὸς νῆστιν δέλφακος ὀπωρινῆς ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων χλιαρῶν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License