DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
48

ποδῶν δὲ καὶ ὠτίων, ἔτι δὲ ῥύγχους Ἄλεξις ἐν Κρατείᾳ Φαρμακοπώλῃ· τὸ δὲ μαρτύριον ὀλίγον ὕστερον ἐκθήσομαι, πολλὰ ἔχον τῶν ζητουμένων ὀνομάτων. Θεόφιλος Παγκρατιαστῇ· ἑφθῶν μὲν σχεδὸν τρεῖς μνᾶς, Β. λέγʼ ἄλλο. Α. ῥυγχίον, κωλῆν, πόδας τέτταρας ὑείους, Β. Ἡράκλεις. Α. βοὸς δὲ τρεῖς. Ἀναξίλας Μαγείροις· τῶν Αἰσχύλου πολὺ μᾶλλον εἶναί μοι δοκεῖ ἰχθύδιʼ ὀπτᾶν. Β. τί σὺ λέγεις; ἰχθύδια; συσσίτιον μέλλεις νοσηλεύειν. ὅσον ἀκροκώλιʼ ἕψειν ... ῥύγχη, πόδας. Ἀναξίλας δʼ ἐν Κίρκῃ· δεινὸν μὲν γὰρ ἔχονθʼ ὑὸς ῥύγχος, φίλε Κινησία. καὶ ἐν Καλυψοῖ· ῥύγχος φορῶν ὕειον ᾐσθόμην τότε. ὠτάρια δʼ ὠνόμασε καὶ Ἀναξανδρίδης ἐν Σατυρίᾳ Ἀξιόνικος δὲ ἐν Χαλκιδικῷ φησιν· ζωμὸν ποιῶ θερμὸν ἰχθὺν ἐπαναπλάττων, ἡμίβρωτα λείψανα συντιθείς, οἴνῳ διαίνων, ἔντερʼ ἁλὶ καὶ σιλφίῳ σφενδονῶν, ἀλλᾶντα τέμνων, παραφέρων χορδῆς τόμον, ῥύγχος εἰς ὄξος πιέζων, ὥστε πάντας ὁμολογεῖν τῶν γάμων κρείττω γεγονέναι τὴν ἕωλον ἡμέραν. Ἀριστοφάνης Προαγῶνι· ἐγευσάμην χορδῆς δύστηνος τέκνων· πῶς ἐσίδω ῥύγχος περικεκαυμένον; Φερεκράτης Λήροις· ὡς οὐχὶ τουτὶ ῥύγχος ἀτεχνῶς ἐσθʼ ὑός. καὶ τόπος δέ τις οὕτω καλεῖται Ῥύγχος περὶ Στράτον τῆς Αἰτωλίας, ὥς φησι Πολύβιος ἐν ϛʹ ἱστοριῶν Στησίχορός τέ φησιν ἐν Συοθήραις· κρύψαι δὲ ῥύγχος ἄκρον γᾶς ὑπένερθεν. ὅτι δὲ κυρίως λέγεται ῥύγχος ἐπὶ τῶν συῶν προείρηται. ὅτι δὲ καὶ ἐπʼ ἄλλων ζῴων Ἄρχιππος Ἀμφιτρύωνι δευτέρῳ κατὰ παιδιὰν εἴρηκε καὶ ἐπὶ τοῦ προσώπου οὕτως· καὶ ταῦτʼ ἔχων τὸ ῥύγχος οὑτωσὶ μακρόν. καὶ Ἀραρὼς Ἀδώνιδι· γὰρ θεὸς τὸ ῥύγχος ὡς ἡμᾶς στρέφει.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License