DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
43

Μνησίθεος δʼ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν φησιν· ὄστρεα καὶ κόγχαι καὶ μύες καὶ τὰ ὅμοια τὴν μὲν σάρκα δυσκατέργαστά ἐστι διὰ τὴν ὑγρότητα τὴν ἐν αὐτοῖς ἁλυκήν. διόπερ ὠμὰ μὲν ἐσθιόμενα κοιλίας ἐστὶν ὑπακτικὰ διὰ τὴν ἁλυκότητα, τὰ δὲ ἑψόμενα ἀφίησιν ἤτοι πᾶσαν τὴν πλείστην ἅλμην εἰς τὴν συνέψουσαν αὐτὴν ὑγρότητα. διόπερ αἱ μὲν ὑγρότητες, ἐν αἷς ἂν ἑψηθῇ τι τῶν ὀστρέων, ταρακτικαὶ καὶ ὑπακτικαὶ κοιλίας εἰσίν, αἱ δὲ σάρκες τῶν ἑψομένων ὀστρέων ψόφους ποιοῦσιν ἐστερημέναι τῶν ὑγρῶν. τὰ δὲ ὀπτὰ τῶν ὀστρέων, ἐάν τις αὐτὰ καλῶς ὀπτήσῃ, ἀλυποτάτην ἔχει διάθεσιν· πεπύρωται γάρ. διὸ οὐχ ὁμοίως τοῖς ὠμοῖς ἐστι δύσπεπτα καὶ τὰς ὑγρότητας ἐν αὑτοῖς ἔχει κατεξηραμμένας, διʼ ὧν ἔκλυτος κοιλία γίνεται. τροφήν τε δίδωσιν ὑγράν τε καὶ δύσπεπτον ἅπαν ὄστρεον καὶ πρὸς τὰς οὐρήσεις ἐστὶν οὐκ εὔοδα. ἀκαλήφη δὲ καὶ ἐχίνων ᾠὰ καὶ τὰ τοιαῦτα τροφὴν μὲν δίδωσιν ὑγρὰν καὶ μικράν, τῆς δὲ κοιλίας ἐστὶν λυτικὰ καὶ οὐρήσεως κινητικά.
Kaibel Index Scriptorum
MNESITHEVS
NICANDER
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Mnesitheus
Nicander

Alignment

 

Digital Athenaeus Project     Creative Commons License