DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
4

ΣΙΚΥΟΣ. παροιμία· σικυὸν τρώγουσα, γύναι, τὴν χλαῖναν ὕφαινε. Μάτρων ἐν παρῳδίαις· καὶ σικυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν, κείμενον ἐν λαχάνοις· δʼ ἐπʼ ἐννέα κεῖτο τραπέζας. καὶ λευχης· ὡς δʼ ὅτʼ ἀέξηται σικυὸς δροσερῷ ἐνὶ χώρῳ. Ἀττικοὶ μὲν οὖν ἀεὶ τρισυλλάβως, Ἀλκαῖος δὲ δάκῃ, φησί, τῶν σικύων ἀπὸ εὐθείας τῆς σίκυς, ὡς στάχυς στάχυος. στελεόν, ῥαφανίδας ...., σικυοὺς τέτταρας. σικύδιον δʼ ὑποκοριστικῶς εἴρηκε Φρύνιχος ἐν Μονοτρόπῳ· κἀντραγεῖν σικύδιον.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License