DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
39

τὸν αὐτὸν δὲ τρόπον γίνεται τοῖς ὀστρακοδέρμοις καὶ τὰ μὴ ἔχοντα ὄστρακα, καθάπερ αἵ τε κνίδαι καὶ οἱ σπόγγοι ἐν ταῖς σήραγξι τῶν πετρῶν. ἐστὶ δὲ τῶν κνιδῶν δύο γένη· αἱ μὲν γὰρ ἐν τοῖς κοίλοις οὐκ ἀπολύονται τῶν πετρῶν, αἱ δʼ ἐν τοῖς λείοις καὶ πλαταμώδεσιν ἀπολυόμεναι μεταχωροῦσι. τὰς δὲ κνίδας Εὔπολις ἐν Αὐτολύκῳ ἀκαλήφας ὀνομάζει ἔτι τε Ἀριστοφάνης ἐν Φοινίσσαις οὕτως· ἔχε τὸν πρῶτον πάντων ἴφυα φῦναι εἶθʼ ἑξῆς τὰς κραναὰς ἀκαλήφας. καὶ ἐν Σφηξί Φερεκράτης δʼ ἐν Αὐτομόλοις· κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι. Δίφιλος δʼ Σίφνιος ἰατρὸς δὲ ἀκαλήφη, φησίν, ἐστὶν εὐκοίλιος, οὐρητική, εὐστόμαχος· κνησμὸν δὲ ποιεῖ τοῖς συνάγουσιν, ἐπειδὰν μὴ προαλείψωνται. ὄντως γὰρ ἀνιᾷ τοὺς θηρεύοντας αὐτήν· ὑφʼ ὧν κατὰ παραφθορὰν νῦν ἀκαλήφη ὀνομάζεται· τάχα δὲ ἴσως διὰ ταύτην καὶ βοτάνη. κατʼ εὐφημισμὸν γὰρ τῆς ἀντιφράσεως ὠνόμασται· οὐ γὰρ πραεῖά ἐστιν καὶ ἀκαλὴ τῇ ἁφῇ, τραχεῖα δὲ καὶ ἀηδής. τῆς μέντοι θαλασσίας ἀκαλήφης μνημονεύει καὶ Φιλιππίδης ἐν Ἀμφιαράῳ οὕτως· ὄστρεʼ, ἀκαλήφας, λεπάδας .. παρέθηκέ μοι. τὸ δʼ ἐν Λυσιστράτῃ Ἀριστοφάνους πέπαικται· ἀλλʼ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν. ἐπεὶ τήθεα τὰ ὄστρεα. μέμικται γὰρ κωμῳδικῶς πρὸς τὴν τήθην καὶ μητέρα.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License