DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
37

Ἀπολλόδωρος δʼ Ἀθηναῖος ἐν τοῖς περὶ Σώφρονος προθεὶς τὰ λιχνοτέρα τᾶν προφυρᾶν φησὶν ὅτι παροιμία ἐστὶν καὶ λέγει, ὡς μέν τινες, ἀπὸ τοῦ βάμματος· οὗ γὰρ ἂν προσψαύσῃ ἕλκει ἐφʼ ἑαυτὸ καὶ τοῖς προσπαρατεθειμένοις ἐμποιεῖ χρώματος αὐγήν· ἄλλοι δʼ ἀπὸ τοῦ ζῴου. ἁλίσκονται δέ, φησὶν Ἀριστοτέλης, τοῦ ἔαρος, ὑπὸ κύνα δʼ οὐχ ἁλίσκονται· οὐ γὰρ νέμονται, ἀλλὰ κρύπτουσιν ἑαυτὰς καὶ φωλεύουσι. τὸ δὲ ἄνθος ἔχουσιν ἀνὰ μέσον τῆς μήκωνος καὶ τοῦ τραχήλου. ἔχει δὲ καὶ αὐτὴ καὶ κῆρυξ τὰ ἐπικαλύμματα κατὰ τὰ αὐτὰ καὶ τὰ ἄλλα τὰ στρομβώδη ἐκ γενετῆς πάντα. νέμονται δʼ ἐξείροντα τὴν καλουμένην γλῶτταν ὑπὸ τὸ κάλυμμα. τὸ δὲ μέγεθος τῆς γλώσσης ἔχει πορφύρα μεῖζον δακτύλου, νέμεται καὶ διατρυπᾷ καὶ τὰ κογχύλια καὶ τὸ ἑαυτῆς ὄστρακον. μακρόβια δʼ ἐστὶν καὶ πορφύρα καὶ κῆρυξ καὶ ζῇ περὶ ἔτη ἕξ. φανερὰ δὲ αὔξησις ἐκ τῆς ἐν τῷ ὀστράκῳ ἕλικος. αἱ δὲ κόγχαι καὶ χῆμαι καὶ σωλῆνες καὶ κτένες ἐν τοῖς ἀμμώδεσι λαμβάνουσι τὴν σύστασιν.
Kaibel Index Scriptorum
ARISTOTELES

APOLLODORVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Aristoteles

Apollodorus
Sophron

Alignment

 

Digital Athenaeus Project     Creative Commons License