ἑξῆς δὲ τοῖς προειρημένοις κατʼ ἰδίαν ἐπεισενεχθέντων ἡμῖν πολλῶν ὀστρέων καὶ τῶν ἄλλων ὀστρακοδέρμων σχεδὸν τὰ πλεῖστα αὐτῶν μνήμης ἠξιωμένα παρʼ Ἐπιχάρμῳ ἐν Ἥβας Γάμῳ εὑρίσκω διὰ τούτων· ἄγει δὲ παντοδαπὰ κογχύλια, λεπάδας, ἀσπέδους, κραβύζους, κικιβάλους, τηθυνάκια, .... βαλάνους, πορφύρας, ὄστρεια συμμεμυκότα, τὰ διελεῖν μέν ἐστι χαλεπά, καταφαγῆμεν δʼ εὐμαρέα· μύας ἀναρίτας τε κάρυκάς τε καὶ σκιφύδρια, τὰ γλυκέα μέν ἐντʼ ἐπέσθειν, ἐμπαγῆμεν δʼ ὀξέα, τούς τε μακρογογγύλους σωλῆνας· ἁ μέλαινά τε κόγχος, ἅπερ κογχοθηρᾶν παισίν ἐστʼ ἰσωνία· θάτεραι δὲ γάιαι κόγχοι τε κἀμαθίτιδες, ταὶ κακοδόκιμοι τε κἠύωνοι, τὰς ἀνδροφυκτίδας πάντες ἄνθρωποι καλέονθʼ, ἁμὲς δὲ λεύκας τοὶ θεοί.
Kaibel Dialogi Personae
|