τούτοις εἴ τις ἀπιστεῖ, μαθέτω καὶ παρὰ Θεοπόμπου τοῦ Χίου, ἀνδρὸς φιλαλήθους καὶ πολλὰ χρήματα καταναλώσαντος εἰς τὴν περὶ τῆς ἱστορίας ἐξέτασιν ἀκριβῆ. φησὶ γὰρ οὗτος ἐν τῇ ὀγδόῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν περὶ Κλεάρχου διηγούμενος τοῦ Ἡρακλεωτῶν τῶν ἐν τῷ Πόντῳ τυράννου, ὡς βιαίως ἀνῄρει πολλοὺς καὶ ὡς τοῖς πλείστοις ἐδίδου ἀκόνιτον πιεῖν· ἐπειδὴ οὖν, φησί, πάντες ἔγνωσαν τὴν τοῦ φαρμάκου ταύτην φιλοτησίαν, οὐ προῄεσαν τῶν οἰκιῶν πρὶν φαγεῖν πήγανον· τοῦτο γὰρ τοὺς προφαγόντας μηδὲν πάσχειν πίνοντας τὸ ἀκόνιτον· ὃ καὶ κληθῆναί φησι διὰ τὸ φύεσθαι ἐν τόπῳ Ἀκόναις καλουμένῳ ὄντι περὶ τὴν Ἡράκλειαν. ταῦτʼ εἰπόντος τοῦ Δημοκρίτου θαυμάσαντες οἱ πολλοὶ τὴν τοῦ κιτρίου δύναμιν ἀπήσθιον ὡς μὴ πρότερον φαγόντες ἢ πιόντες τι. Πάμφιλος δʼ ἐν ταῖς Γλώσσαις Ῥωμαίους φησὶν αὐτὸ κίτρον καλεῖν.
|