DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
27

ὅτι δʼ ὄντως ἐκ τῆς ἄνω χώρας ἐκείνης κατέβη εἰς τοὺς Ἕλληνας τὸ φυτὸν τοῦτο, ἔστιν εὑρεῖν λεγόμενον καὶ παρὰ τοῖς τῆς κωμῳδίας ποιηταῖς, οἳ καὶ περὶ μεγέθους αὐτῶν τι λέγοντες τῶν κιτρίων μνημονεύειν φαίνονται. Ἀντιφάνης μὲν ἐν Βοιωτίῳ· καὶ περὶ μὲν ὄψου γʼ ἠλίθιον τὸ καὶ λέγειν ὥσπερ πρὸς ἀπλήστους. ἀλλὰ ταυτὶ λάμβανε, παρθένε, τὰ μῆλα. Β. καλά γε. Α. καλὰ δῆτʼ, θεοί· νεωστὶ γὰρ τὸ σπέρμα τοῦτʼ ἀφιγμένον εἰς τὰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως. Β. παρʼ Ἑσπερίδων ᾤμην γε, νὴ τὴν Φωσφόρον, φησὶν τὰ χρυσᾶ μῆλα ταῦτʼ εἶναι· τρία μόνον ἐστίν. Α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ καὶ τίμιον. Ἔριφος δʼ ἐν Μελιβοίᾳ αὐτὰ ταῦτα τὰ ἰαμβεῖα προθεὶς ὡς ἴδια τὰ τοῦ Ἀντιφάνους ἐπιφέρει· Β. παρʼ Ἑσπερίδων ᾤμην γε, νὴ τὴν Ἄρτεμιν, φησὶν τὰ χρυσᾶ μῆλα ταῦτʼ εἶναι; τρία μόνον ἐστίν. Α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ καὶ τίμιον. Β. τούτων μὲν ὀβολόν, εἰ πολύ, τίθημι· λογιοῦμαι γάρ. Α. αὗται δὲ ῥόαι. Β. ὡς εὐγενεῖς. Α. τὴν γὰρ Ἀφροδίτην ἐν Κύπρῳ δένδρον φυτεῦσαι τοῦτό φασιν ἓν μόνον. Β. βέρβεαι πολυτίμητε· κᾆτα τρεῖς μόνας καὶ τάσδʼ ἐκόμισας; Α. οὐ γὰρ εἶχον πλείονας.
Kaibel Index Scriptorum
ANTIPHANES
ERIPHVS

Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Antiphanes
Eriphus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License