DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
22

Ἕρμων δʼ ἐν Κρητικαῖς Γλώσσαις κοδύμαλα καλεῖσθαί φησι τὰ κυδώνια μῆλα. Πολέμων δʼ ἐν εʹ τῶν πρὸς Τίμαιον ἄνθους γένος τὸ κοδύμαλον εἶναί τινας ἱστορεῖν. Ἀλκμὰν δὲ τὸ στρουθίον μῆλον, ὅταν λέγῃ· μεῖον κοδύμαλον. Ἀπολλόδωρος δὲ καὶ Σωσίβιος τὸ κυδώνιον μῆλον ἀκούουσιν. ὅτι δὲ διαφέρει τὸ κυδώνιον μῆλον τοῦ στρουθίου σαφῶς εἴρηκε Θεόφραστος ἐν βʹ τῆς ἱστορίας διάφορα δὲ μῆλα γίνεται ἐν Σιδοῦντι, κώμη δʼ ἐστὶν αὕτη Κορίνθου, ὡς Εὐφορίων Ἀρχύτας ἐν Γεράνῳ φησίν· ὥριον οἷά τε μῆλον, τʼ ἀργιλώδεσιν ὄχθαις πορφύρεον ἐλαχείῃ ἐνιτρέφεται Σιδόεντι. μνημονεύει δʼ αὐτῶν καὶ Νίκανδρος ἐν Ἑτεροιουμένοις οὕτως· αὐτίχʼ γʼ Σιδόεντος ἠὲ Πλείστου ἀπὸ κήπων μῆλα ταμὼν χνοάοντα τύπους ἐνεμάσσετο Κάδμου. ὅτι δʼ Σιδοῦς τῆς Κορίνθου ἐστὶ κώμη Ῥιανὸς εἴρηκεν ἐν αʹ Ἡρακλείας καὶ Ἀπολλόδωρος Ἀθηναῖος ἐν εʹ περὶ νεῶν καταλόγου. Ἀντίγονος δʼ Καρύστιος ἐν Ἀντιπάτρῳ φησίν· ᾗχι μοι ὡραίων πολὺ φίλτερος δʼ ἀριμήλων πορφυρέων, Ἐφύρῃ τά τʼ ἀέξεται ἠνεμοέσσῃ.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License