DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
19

Δίφιλος δʼ Σίφνιός φησι τῶν σύκων εἶναι τὰ μὲν ἁπαλὰ ὀλιγότροφα καὶ κακόχυλα, εὐέκκριτα δὲ καὶ ἐπιπολαστικὰ εὐοικονομητότερά τε τῶν ξηρῶν. τὰ δὲ πρὸς τῷ χειμῶνι γινόμενα βίᾳ πεπαινόμενα χείρονα τυγχάνει· τὰ δʼ ἐν τῇ ἀκμῇ τῶν ὡρῶν κρείττονα ὡς ἂν κατὰ φύσιν πεπαινόμενα. τὰ δὲ πολὺν ὀπὸν ἔχοντα, καὶ τὰ σπάνυδρα δʼ εὐστομώτερα μέν, βαρύτερα δέ. τὰ δὲ Τραλλιανὰ ἀναλογεῖ τοῖς Ῥοδίοις, τὰ δὲ Χῖα καὶ τἄλλα πάντα τούτων εἶναι κακοχυλότερα. Μνησίθεος δʼ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν φησιν· ὅσα δὲ ὠμὰ προσφέρεται τῶν τοιούτων, οἷον ἄπιοι καὶ σῦκα καὶ μῆλα Δελφικὰ καὶ τὰ τοιαῦτα, δεῖ παραφυλάττειν τὸν καιρὸν ἐν τοὺς χυλοὺς τοὺς ἐν αὐτοῖς μήτε ἀπέπτους μήτε σαπροὺς μήτε κατεξηραμμένους λίαν ὑπὸ τῆς ὥρας ἕξει. Δημήτριος δʼ Σκήψιος ἐν τῷ ιεʹ τοῦ Τρωικοῦ διακόσμου εὐφώνους φησὶ γίνεσθαι τοὺς μὴ σύκων ἐσθίοντας. Ἡγησιάνακτα γοῦν τὸν Ἀλεξανδρέα τὸν τὰς ἱστορίας γράψαντα κατʼ ἀρχὰς ὄντα πένητα καὶ τραγῳδόν φησι γενέσθαι καὶ ὑποκριτικὸν καὶ εὔηχον, ὀκτωκαίδεκα ἔτη σύκων μὴ γευσάμενον. καὶ παροιμίας δὲ οἶδα περὶ σύκων λεγομένας τοιάσδε· σῦκον μετʼ ἰχθύν, ὄσπρεον μετὰ κρέα. σῦκα φίλʼ ὀρνίθεσσι, φυτεύειν δʼ οὐκ ἐθέλουσι.
Kaibel Dialogi Personae
DAPHNVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License