ἄλλοι δέ φασιν ὅτι μὴ δεῖ σῦκα προσφέρεσθαι μεσημβρίας· νοσώδη γὰρ εἶναι τότε, ὡς καὶ Φερεκράτης ἐν Κραπατάλλοις εἴρηκεν Ἀριστοφάνης δʼ ἐν Προαγῶνι· κάμνοντα δʼ αὐτὸν τοῦ θέρους ἰδών ποτε ἔτρωγʼ, ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας. καὶ Εὔβουλος ἐν Σφιγγοκαρίωνι· νὴ τὸν Δίʼ, ἠσθένουν γάρ, ὦ βέλτιστε σύ, φαγοῦσα πρῴην σῦκα τῆς μεσημβρίας. Νικοφῶν δʼ ἐν Σειρῆσιν· ἐὰν δέ γʼ ἡμῶν σῦκά τις μεσημβρίας τραγὼν καθεύδῃ χλωρά, πυρετὸς εὐθέως ἥκει τρέχων οὐκ ἄξιος τριωβόλου· κᾆθʼ οὗτος ἐπιπεσὼν ἐμεῖν ποιεῖ χολήν.
|