DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
17

Ἡρακλείδης δʼ Ταραντῖνος ἐν τῷ Συμποσίῳ ζητεῖ πότερον ἐπιλαμβάνειν δεῖ μετὰ τὴν τῶν σύκων προσφορὰν θερμὸν ὕδωρ ψυχρόν. καὶ τοὺς μὲν λέγοντας θερμὸν δεῖν ἐπιλαμβάνειν προορῶντας τὸ τοιοῦτο παρακελεύεσθαι, διότι καὶ τὰς χεῖρας ταχέως τὸ θερμὸν ῥύπτει· διὸ πιθανὸν εἶναι καὶ ἐν κοιλίᾳ συντόμως αὐτὰ τῷ θερμῷ διαλύεσθαι. καὶ ἐπὶ τῶν ἐκτὸς δὲ τῶν σύκων τὸ θερμὸν διαλύει τὴν συνέχειαν αὐτῶν καὶ εἰς λεπτομερεῖς τόμους ἄγει, τὸ δὲ ψυχρὸν συνίστησιν. οἱ δὲ ψυχρὸν λέγοντες προσφέρεσθαι τοῦ ψυχροῦ, φασί, πόματος λῆψις τὰ ἐπὶ τοῦ στομάχου καθήμενα τῷ βάρει καταφέρει· τὰ γὰρ σῦκα οὐκ ἀστείως διατίθησι τὸν στόμαχον, καυσώδη καὶ ἀτονώτερον αὐτὸν ποιοῦντα· διόπερ τινὲς καὶ τὸν ἄκρατον συνεχῶς προσφέρονται. μετὰ δὲ ταῦτα ἑτοίμως καὶ τὰ ἐν τῇ κοιλίᾳ προωθεῖ. δεῖ δὲ πλέονι καὶ ἀθρουστέρῳ χρῆσθαι τῷ πόματι μετὰ τὴν τῶν σύκων προσφορὰν ἕνεκα τοῦ μὴ ὑπομένειν αὐτὰ ἐν κοιλίᾳ, φέρεσθαι δὲ εἰς τὰ κάτω μέρη τῶν ἐντέρων.
Kaibel Dialogi Personae
DAPHNVS

Meineke Index Scriptorum
Aristophanes
Eubulus
Pherecrates

Alignment

 

Digital Athenaeus Project     Creative Commons License