DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
15

ὅτι δὲ πάντων τῶν καλουμένων ξυλίνων καρπῶν ὠφελιμώτερά ἐστι τοῖς ἀνθρώποις τὰ σῦκα ἱκανῶς Ἡρόδοτος Λύκιος διὰ πολλῶν ἀποδείκνυσιν ἐν τῷ περὶ σύκων συγγράμματι, εὐτραφῆ τε λέγων γίνεσθαι τὰ νεογνὰ τῶν παιδίων, ἐν τῷ χυλῷ τῶν σύκων εἰ διατρέφοιτο. Φερεκράτης δὲ πεποιηκὼς τοὺς Πέρσας φησίν· ἢν δʼ ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνου νέον ποτέ, τὠφθαλμὼ τούτῳ περιμάττομεν τὼ τῶν παιδίων, ὡς καὶ ἰάματος οὐ τοῦ τυχόντος τῶν σύκων ὑπαρχόντων. δὲ θαυμασιώτατος καὶ μελίγηρυς Ἡρόδοτος ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν καὶ μέγα ἀγαθόν φησιν εἶναι τὰ σῦκα οὑτωσὶ λέγων· βασιλεῦ, σὺ δʼ ἐπʼ ἄνδρας τοιούτους παρασκευάζεαι στρατεύεσθαι, οἳ σκυτίνας μὲν ἀναξυρίδας, σκυτίνην δὲ τὴν ἄλλην ἐσθῆτα φορέουσι, σιτέονταί τʼ οὐχ ὅσα ἐθέλουσιν, ἀλλʼ ὅσα ἔχουσι, χώρην ἔχοντες τρηχείην· πρὸς δὲ οὐκ οἴνῳ διαχρέονται, ἀλλʼ ὑδροποτέουσιν· οὐ σῦκα ἔχουσι τρώγειν, οὐκ ἄλλο οὐθὲν ἀγαθόν. Πολύβιος δʼ Μεγαλοπολίτης ἐν τῇ ιϛʹ τῶν ἱστοριῶν Φίλιππος, φησίν, Περσέως πατὴρ ὅτε τὴν Ἀσίαν κατέτρεχεν ἀπορῶν τροφῶν τοῖς στρατιώταις παρὰ Μαγνήτων, ἐπεὶ σῖτον οὐκ εἶχον, σῦκα ἔλαβε. διὸ καὶ Μυοῦντος κυριεύσας τοῖς Μάγνησιν ἐχαρίσατο τὸ χωρίον ἀντὶ τῶν σύκων. καὶ Ἀνάνιος δʼ ἰαμβοποιὸς ἔφη· εἴ τις καθείρξαι χρυσὸν ἐν δόμοις πολλὸν καὶ σῦκα βαιὰ καὶ δύʼ τρεῖς ἀνθρώπους, γνοίη χʼ ὅσῳ τὰ σῦκα τοῦ χρυσοῦ κρέσσω.
Kaibel Dialogi Personae
MAGNVS

Meineke Index Scriptorum
Ananius
Herodotus
Pherecrates
Polybius

Alignment

 

Digital Athenaeus Project     Creative Commons License