DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
13

λέγει δὲ καὶ τὴν συκῆν ἐὰν ἐν σκίλλῃ φυτευθῇ θᾶττον παραγίνεσθαι καὶ ὑπὸ σκωλήκων μὴ διαφθείρεσθαι· καὶ πάντα δὲ τὰ ἐν σκίλλῃ φυτευθέντα καὶ θᾶττον αὐξάνεσθαι καὶ εὐβλαστῆ γίγνεσθαι. πάλιν δὲ Θεόφραστος ἐν τῷ βʹ τῶν αἰτίων Ἰνδική, φησί, συκῆ καλουμένη θαυμαστὴ οὖσα τῷ μεγέθει μικρὸν ἔχει τὸν καρπὸν καὶ ὀλίγον, ὡς ἂν εἰς τὴν βλάστησιν ἐξαναλίσκουσα ἅπασαν τὴν τροφήν. ἐν δὲ τῷ δευτέρῳ τῆς φυτικῆς ἱστορίας φιλόσοφός φησιν· ἔστι καὶ ἄλλο γένος συκῆς ἔν τε τῇ Ἑλλάδι καὶ περὶ Κιλικίαν καὶ Κύπρον ὀλονθοφόρον, τὸ μὲν σῦκον ἔμπροσθε φέρει τοῦ θρίου, τὸν δὲ ὄλονθον ἐξόπισθεν. αἳ δὲ ὅλως ἐκ τοῦ ἔνου βλαστοῦ καὶ οὐκ ἐκ τοῦ νέου. πρῶτον δὲ τοῦτο τῶν σύκων πέπονά τε καὶ γλυκὺν ἔχει καὶ οὐχ ὥσπερ τὸν παρʼ ἡμῖν. γίνεται δὲ καὶ μείζων οὗτος πολὺ τῶν σύκων· δʼ ὥρα μετὰ τὴν βλάστησιν οὐ πολύ. οἶδα δὲ καὶ ἄλλα σύκων ὀνόματα λεγόμενα· βασίλεια, συκοβασίλεια, κιρροκοιλάδια καὶ ὑλάδια, σαρκελάφεια, καπύρια, πικρίδια, δρακόντια, λευκόφαια, μελανόφαια, κρήνεια, μυλαικά, ἀσκαλώνια.
Kaibel Index Scriptorum
THEOPHRASTVS

ANDROTIO
TRYPHO
Kaibel Dialogi Personae
MAGNVS

Meineke Index Scriptorum
Dorion

Alignment

 

Digital Athenaeus Project     Creative Commons License